1Πλοῦν τις πάλιν στελλόμενος καὶ ἄγρια μέλλων διοδεύειν κύματα
τοῦ φέροντος αὐτὸν πλοίου σαθρότερον ξύλον ἐπιβοᾶται.
2ἐκεῖνο μὲν γὰρ ὄρεξις πορισμῶν ἐπενόησεν,
τεχνῖτις δὲ σοφία κατεσκεύασεν·
3ἡ δὲ σή, πάτερ, διακυβερνᾷ πρόνοια,
ὅτι ἔδωκας καὶ ἐν θαλάσσῃ ὁδὸν
καὶ ἐν κύμασι τρίβον ἀσφαλῆ
4δεικνὺς ὅτι δύνασαι ἐκ παντὸς σῴζειν,
ἵνα κἂν ἄνευ τέχνης τις ἐπιβῇ.
5θέλεις δὲ μὴ ἀργὰ εἶναι τὰ τῆς σοφίας σου ἔργα·
διὰ τοῦτο καὶ ἐλαχίστῳ ξύλῳ πιστεύουσιν ἄνθρωποι ψυχὰς
καὶ διελθόντες κλύδωνα σχεδίᾳ διεσώθησαν.
6καὶ ἀρχῆς γὰρ ἀπολλυμένων ὑπερηφάνων γιγάντων
ἡ ἐλπὶς τοῦ κόσμου ἐπὶ σχεδίας καταφυγοῦσα
ἀπέλιπεν αἰῶνι σπέρμα γενέσεως τῇ σῇ κυβερνηθεῖσα χειρί.
7εὐλόγηται γὰρ ξύλον, δι᾽ οὗ γίνεται δικαιοσύνη·
8τὸ χειροποίητον δέ, ἐπικατάρατον αὐτὸ καὶ ὁ ποιήσας αὐτό,
ὅτι ὁ μὲν ἠργάζετο, τὸ δὲ φθαρτὸν θεὸς ὠνομάσθη.
9ἐν ἴσῳ γὰρ μισητὰ θεῷ καὶ ὁ ἀσεβῶν καὶ ἡ ἀσέβεια αὐτοῦ·
10καὶ γὰρ τὸ πραχθὲν σὺν τῷ δράσαντι κολασθήσεται.
11διὰ τοῦτο καὶ ἐν εἰδώλοις ἐθνῶν ἐπισκοπὴ ἔσται,
ὅτι ἐν κτίσματι θεοῦ εἰς βδέλυγμα ἐγενήθησαν
καὶ εἰς σκάνδαλα ψυχαῖς ἀνθρώπων
καὶ εἰς παγίδα ποσὶν ἀφρόνων.
12Ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων,
εὕρεσις δὲ αὐτῶν φθορὰ ζωῆς.
13οὔτε γὰρ ἦν ἀπ᾽ ἀρχῆς οὔτε εἰς τὸν αἰῶνα ἔσται·
14κενοδοξίᾳ γὰρ ἀνθρώπων εἰσῆλθεν εἰς τὸν κόσμον,
καὶ διὰ τοῦτο σύντομον αὐτῶν τὸ τέλος ἐπενοήθη.
15ἀώρῳ γὰρ πένθει τρυχόμενος πατὴρ
τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας
τόν ποτε νεκρὸν ἄνθρωπον νῦν ὡς θεὸν ἐτίμησεν
καὶ παρέδωκεν τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς·
16εἶτα ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος ὡς νόμος ἐφυλάχθη.
17καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά,
οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι διὰ τὸ μακρὰν οἰκεῖν
τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι
ἐμφανῆ εἰκόνα τοῦ τιμωμένου βασιλέως ἐποίησαν,
ἵνα ὡς παρόντα τὸν ἀπόντα κολακεύωσιν διὰ τῆς σπουδῆς.
18εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας
ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία·
19ὁ μὲν γὰρ τάχα κρατοῦντι βουλόμενος ἀρέσαι
ἐξεβιάσατο τῇ τέχνῃ τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον·
20τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας
τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον νῦν σέβασμα ἐλογίσαντο.
21καὶ τοῦτο ἐγένετο τῷ βίῳ εἰς ἔνεδρον,
ὅτι ἢ συμφορᾷ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι
τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθεσαν.
22Εἶτ᾽ οὐκ ἤρκεσεν τὸ πλανᾶσθαι περὶ τὴν τοῦ θεοῦ γνῶσιν,
ἀλλὰ καὶ ἐν μεγάλῳ ζῶντες ἀγνοίας πολέμῳ
τὰ τοσαῦτα κακὰ εἰρήνην προσαγορεύουσιν.
23ἢ γὰρ τεκνοφόνους τελετὰς ἢ κρύφια μυστήρια
ἢ ἐμμανεῖς ἐξάλλων θεσμῶν κώμους ἄγοντες
24οὔτε βίους οὔτε γάμους καθαροὺς ἔτι φυλάσσουσιν,
ἕτερος δ᾽ ἕτερον ἢ λοχῶν ἀναιρεῖ ἢ νοθεύων ὀδυνᾷ.
25πάντα δ᾽ ἐπιμὶξ ἔχει αἷμα καὶ φόνος, κλοπὴ καὶ δόλος,
φθορά, ἀπιστία, τάραχος, ἐπιορκία,
26θόρυβος ἀγαθῶν, χάριτος ἀμνηστία,
ψυχῶν μιασμός, γενέσεως ἐναλλαγή,
γάμων ἀταξία, μοιχεία καὶ ἀσέλγεια.
27ἡ γὰρ τῶν ἀνωνύμων εἰδώλων θρησκεία
παντὸς ἀρχὴ κακοῦ καὶ αἰτία καὶ πέρας ἐστίν·
28ἢ γὰρ εὐφραινόμενοι μεμήνασιν ἢ προφητεύουσιν ψευδῆ
ἢ ζῶσιν ἀδίκως ἢ ἐπιορκοῦσιν ταχέως·
29ἀψύχοις γὰρ πεποιθότες εἰδώλοις
κακῶς ὀμόσαντες ἀδικηθῆναι οὐ προσδέχονται.
30ἀμφότερα δὲ αὐτοὺς μετελεύσεται τὰ δίκαια,
ὅτι κακῶς ἐφρόνησαν περὶ θεοῦ προσέχοντες εἰδώλοις
καὶ ἀδίκως ὤμοσαν ἐν δόλῳ καταφρονήσαντες ὁσιότητος·
31οὐ γὰρ ἡ τῶν ὀμνυμένων δύναμις,
ἀλλ᾽ ἡ τῶν ἁμαρτανόντων δίκη
ἐπεξέρχεται ἀεὶ τὴν τῶν ἀδίκων παράβασιν.