1Μάταιοι μὲν γὰρ πάντες ἄνθρωποι φύσει, οἷς παρῆν θεοῦ ἀγνωσία
καὶ ἐκ τῶν ὁρωμένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα
οὔτε τοῖς ἔργοις προσέχοντες ἐπέγνωσαν τὸν τεχνίτην,
2ἀλλ᾽ ἢ πῦρ ἢ πνεῦμα ἢ ταχινὸν ἀέρα
ἢ κύκλον ἄστρων ἢ βίαιον ὕδωρ
ἢ φωστῆρας οὐρανοῦ πρυτάνεις κόσμου θεοὺς ἐνόμισαν.
3ὧν εἰ μὲν τῇ καλλονῇ τερπόμενοι ταῦτα θεοὺς ὑπελάμβανον,
γνώτωσαν πόσῳ τούτων ὁ δεσπότης ἐστὶ βελτίων,
ὁ γὰρ τοῦ κάλλους γενεσιάρχης ἔκτισεν αὐτά·
4εἰ δὲ δύναμιν καὶ ἐνέργειαν ἐκπλαγέντες,
νοησάτωσαν ἀπ᾽ αὐτῶν πόσῳ ὁ κατασκευάσας αὐτὰ δυνατώτερός ἐστιν·
5ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων
ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται.
6ἀλλ᾽ ὅμως ἐπὶ τούτοις μέμψις ἐστὶν ὀλίγη,
καὶ γὰρ αὐτοὶ τάχα πλανῶνται
θεὸν ζητοῦντες καὶ θέλοντες εὑρεῖν·
7ἐν γὰρ τοῖς ἔργοις αὐτοῦ ἀναστρεφόμενοι διερευνῶσιν
καὶ πείθονται τῇ ὄψει, ὅτι καλὰ τὰ βλεπόμενα.
8πάλιν δ᾽ οὐδ᾽ αὐτοὶ συγγνωστοί·
9εἰ γὰρ τοσοῦτον ἴσχυσαν εἰδέναι
ἵνα δύνωνται στοχάσασθαι τὸν αἰῶνα,
τὸν τούτων δεσπότην πῶς τάχιον οὐχ εὗρον;
10Ταλαίπωροι δὲ καὶ ἐν νεκροῖς αἱ ἐλπίδες αὐτῶν,
οἵτινες ἐκάλεσαν θεοὺς ἔργα χειρῶν ἀνθρώπων,
χρυσὸν καὶ ἄργυρον τέχνης ἐμμελέτημα
καὶ ἀπεικάσματα ζῴων
ἢ λίθον ἄχρηστον χειρὸς ἔργον ἀρχαίας.
11εἰ δὲ καί τις ὑλοτόμος τέκτων εὐκίνητον φυτὸν ἐκπρίσας
περιέξυσεν εὐμαθῶς πάντα τὸν φλοιὸν αὐτοῦ
καὶ τεχνησάμενος εὐπρεπῶς
κατεσκεύασεν χρήσιμον σκεῦος εἰς ὑπηρεσίαν ζωῆς,
12τὰ δὲ ἀποβλήματα τῆς ἐργασίας
εἰς ἑτοιμασίαν τροφῆς ἀναλώσας ἐνεπλήσθη,
13τὸ δὲ ἐξ αὐτῶν ἀπόβλημα εἰς οὐθὲν εὔχρηστον,
ξύλον σκολιὸν καὶ ὄζοις συμπεφυκός,
λαβὼν ἔγλυψεν ἐν ἐπιμελείᾳ ἀργίας αὐτοῦ
καὶ ἐμπειρίᾳ συνέσεως ἐτύπωσεν αὐτό,
ἀπείκασεν αὐτὸ εἰκόνι ἀνθρώπου
14ἢ ζῴῳ τινὶ εὐτελεῖ ὡμοίωσεν αὐτὸ
καταχρίσας μίλτῳ καὶ φύκει ἐρυθήνας χρόαν αὐτοῦ
καὶ πᾶσαν κηλῖδα τὴν ἐν αὐτῷ καταχρίσας
15καὶ ποιήσας αὐτῷ αὐτοῦ ἄξιον οἴκημα
ἐν τοίχῳ ἔθηκεν αὐτὸ ἀσφαλισάμενος σιδήρῳ.
16ἵνα μὲν οὖν μὴ καταπέσῃ, προενόησεν αὐτοῦ
εἰδὼς ὅτι ἀδυνατεῖ ἑαυτῷ βοηθῆσαι·
καὶ γάρ ἐστιν εἰκὼν καὶ χρείαν ἔχει βοηθείας.
17περὶ δὲ κτημάτων καὶ γάμων αὐτοῦ καὶ τέκνων προσευχόμενος
οὐκ αἰσχύνεται τῷ ἀψύχῳ προσλαλῶν
καὶ περὶ μὲν ὑγιείας τὸ ἀσθενὲς ἐπικαλεῖται,
18περὶ δὲ ζωῆς τὸ νεκρὸν ἀξιοῖ,
περὶ δὲ ἐπικουρίας τὸ ἀπειρότατον ἱκετεύει,
περὶ δὲ ὁδοιπορίας τὸ μηδὲ βάσει χρῆσθαι δυνάμενον,
19περὶ δὲ πορισμοῦ καὶ ἐργασίας καὶ χειρῶν ἐπιτυχίας
τὸ ἀδρανέστατον ταῖς χερσὶν εὐδράνειαν αἰτεῖται.