1Σὺ δέ, ὁ θεὸς ἡμῶν, χρηστὸς καὶ ἀληθής,
μακρόθυμος καὶ ἐλέει διοικῶν τὰ πάντα.
2καὶ γὰρ ἐὰν ἁμάρτωμεν, σοί ἐσμεν, εἰδότες σου τὸ κράτος·
οὐχ ἁμαρτησόμεθα δέ, εἰδότες ὅτι σοὶ λελογίσμεθα.
3τὸ γὰρ ἐπίστασθαί σε ὁλόκληρος δικαιοσύνη,
καὶ εἰδέναι σου τὸ κράτος ῥίζα ἀθανασίας.
4οὔτε γὰρ ἐπλάνησεν ἡμᾶς ἀνθρώπων κακότεχνος ἐπίνοια
οὐδὲ σκιαγράφων πόνος ἄκαρπος,
εἶδος σπιλωθὲν χρώμασιν διηλλαγμένοις,
5ὧν ὄψις ἄφροσιν εἰς ὄρεξιν ἔρχεται,
ποθεῖ τε νεκρᾶς εἰκόνος εἶδος ἄπνουν.
6κακῶν ἐρασταὶ ἄξιοί τε τοιούτων ἐλπίδων
καὶ οἱ δρῶντες καὶ οἱ ποθοῦντες καὶ οἱ σεβόμενοι.
7Καὶ γὰρ κεραμεὺς ἁπαλὴν γῆν θλίβων ἐπίμοχθον
πλάσσει πρὸς ὑπηρεσίαν ἡμῶν ἓν ἕκαστον·
ἀλλ᾽ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἀνεπλάσατο
τά τε τῶν καθαρῶν ἔργων δοῦλα σκεύη
τά τε ἐναντία, πάντα ὁμοίως·
τούτων δὲ ἑτέρου τίς ἑκάστου ἐστὶν ἡ χρῆσις, κριτὴς ὁ πηλουργός.
8καὶ κακόμοχθος θεὸν μάταιον ἐκ τοῦ αὐτοῦ πλάσσει πηλοῦ
ὃς πρὸ μικροῦ ἐκ γῆς γενηθεὶς
μετ᾽ ὀλίγον πορεύεται ἐξ ἧς ἐλήμφθη,
τὸ τῆς ψυχῆς ἀπαιτηθεὶς χρέος.
9ἀλλ᾽ ἔστιν αὐτῷ φροντὶς οὐχ ὅτι μέλλει κάμνειν
οὐδ᾽ ὅτι βραχυτελῆ βίον ἔχει,
ἀλλ᾽ ἀντερείδεται μὲν χρυσουργοῖς καὶ ἀργυροχόοις
χαλκοπλάστας τε μιμεῖται
καὶ δόξαν ἡγεῖται ὅτι κίβδηλα πλάσσει.
10σποδὸς ἡ καρδία αὐτοῦ, καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτοῦ,
πηλοῦ τε ἀτιμότερος ὁ βίος αὐτοῦ,
11ὅτι ἠγνόησεν τὸν πλάσαντα αὐτὸν
καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῦσαν
καὶ ἐμφυσήσαντα πνεῦμα ζωτικόν,
12ἀλλ᾽ ἐλογίσαντο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν
καὶ τὸν βίον πανηγυρισμὸν ἐπικερδῆ,
δεῖν γάρ φησιν ὅθεν δή, κἂν ἐκ κακοῦ, πορίζειν.
13οὗτος γὰρ παρὰ πάντας οἶδεν ὅτι ἁμαρτάνει
ὕλης γεώδους εὔθραυστα σκεύη καὶ γλυπτὰ δημιουργῶν.
14πάντες δὲ ἀφρονέστατοι καὶ τάλανες ὑπὲρ ψυχὴν νηπίου
οἱ ἐχθροὶ τοῦ λαοῦ σου καταδυναστεύσαντες αὐτόν,
15ὅτι καὶ πάντα τὰ εἴδωλα τῶν ἐθνῶν ἐλογίσαντο θεούς,
οἷς οὔτε ὀμμάτων χρῆσις εἰς ὅρασιν
οὔτε ῥῖνες εἰς συνολκὴν ἀέρος
οὔτε ὦτα ἀκούειν
οὔτε δάκτυλοι χειρῶν εἰς ψηλάφησιν
καὶ οἱ πόδες αὐτῶν ἀργοὶ πρὸς ἐπίβασιν.
16ἄνθρωπος γὰρ ἐποίησεν αὐτούς,
καὶ τὸ πνεῦμα δεδανεισμένος ἔπλασεν αὐτούς·
οὐδεὶς γὰρ αὐτῷ ὅμοιον ἄνθρωπος ἰσχύει πλάσαι θεόν·
17θνητὸς δὲ ὢν νεκρὸν ἐργάζεται χερσὶν ἀνόμοις·
κρείττων γάρ ἐστιν τῶν σεβασμάτων αὐτοῦ,
ὧν αὐτὸς μὲν ἔζησεν, ἐκεῖνα δὲ οὐδέποτε. —
18καὶ τὰ ζῷα δὲ τὰ ἔχθιστα σέβονται·
ἀνοίᾳ γὰρ συγκρινόμενα τῶν ἄλλων ἐστὶ χείρονα·
19οὐδ᾽ ὅσον ἐπιποθῆσαι ὡς ἐν ζῴων ὄψει καλὰ τυγχάνει,
ἐκπέφευγεν δὲ καὶ τὸν τοῦ θεοῦ ἔπαινον καὶ τὴν εὐλογίαν αὐτοῦ.