PSALMI 11
1Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυιδ.
2Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος,
ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.
3μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ,
χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν.
4ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια
καὶ γλῶσσαν μεγαλορήμονα
5τοὺς εἰπόντας Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν,
τὰ χείλη ἡμῶν παρ᾽ ἡμῶν ἐστιν·
τίς ἡμῶν κύριός ἐστιν;
6Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν
καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων
νῦν ἀναστήσομαι, λέγει κύριος,
θήσομαι ἐν σωτηρίᾳ, παρρησιάσομαι ἐν αὐτῷ.
7τὰ λόγια κυρίου λόγια ἁγνά,
ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ
κεκαθαρισμένον ἑπταπλασίως.
8σύ, κύριε, φυλάξεις ἡμᾶς
καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα.
9κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν·
κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart