PSALMI 12
1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
2Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;
ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ;
3ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου,
ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας;
ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ;
4ἐπίβλεψον, εἰσάκουσόν μου, κύριε ὁ θεός μου·
φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον,
5μήποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν·
οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ.
6ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα,
ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου·
ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με
καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart