ODAE 6
Προσευχὴ Ιωνα.
3Ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου,
καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου·
ἤκουσας φωνῆς μου.
4ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης,
καὶ ποταμοί με ἐκύκλωσαν,
πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλθον.
5κἀγὼ εἶπα Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου·
ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς ναὸν τὸν ἅγιόν σου;
6περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου,
ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη,
ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων.
7κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι,
καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, κύριε ὁ θεός μου.
8ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ τοῦ κυρίου ἐμνήσθην,
καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου.
9φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον.
10ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι·
ὅσα ηὐξάμην, ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ κυρίῳ.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart