Προσευχὴ Αζαριου.
26Εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν,
καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας,
27ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν,
καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐθεῖαι αἱ ὁδοί σου,
καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθεῖς,
28καὶ κρίματα ἀληθείας ἐποίησας
κατὰ πάντα, ἃ ἐπήγαγες ἡμῖν,
καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ιερουσαλημ,
ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν.
29ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ
καὶ ἐξημάρτομεν ἐν πᾶσιν καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν
30οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν
καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται.
31καὶ πάντα, ὅσα ἐπήγαγες ἡμῖν, καὶ πάντα, ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας
32καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων ἐχθίστων ἀποστατῶν
καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν.
33καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα,
αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε.
34μὴ δὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου
καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου
35καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾽ ἡμῶν
δι᾽ Αβρααμ τὸν ἠγαπημένον ὑπὸ σοῦ
καὶ διὰ Ισαακ τὸν δοῦλόν σου
καὶ Ισραηλ τὸν ἅγιόν σου,
36οἷς ἐλάλησας πρὸς αὐτοὺς λέγων
πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ
καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.
37ὅτι, δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη
καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν,
38καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος
οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα,
οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος.
39ἀλλ᾽ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν
ὡς ἐν ὁλοκαυτώμασιν κριῶν καὶ ταύρων
καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων·
40οὕτως γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου σήμερον
καὶ ἐκτελέσαι ὄπισθέν σου,
ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί.
41καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε
καὶ ζητοῦμεν τὸ πρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς,
42ἀλλὰ ποίησον μεθ᾽ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου
καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέου σου
43καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου
καὶ δὸς δόξαν τῷ ὀνόματί σου, κύριε.
44καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ
καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυνάμεως καὶ δυναστείας,
καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη,
45καὶ γνώτωσαν ὅτι σὺ εἶ κύριος ὁ θεὸς μόνος
καὶ ἔνδοξος ἐφ᾽ ὅλην τὴν οἰκουμένην.