Προσευχὴ Ησαιου.
9Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός,
διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς·
δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
10πέπαυται γὰρ ὁ ἀσεβής· οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς,
ἀλήθειαν οὐ μὴ ποιήσει·
ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου.
11κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν,
γνόντες δὲ αἰσχυνθήτωσαν·
ζῆλος λήμψεται λαὸν ἀπαίδευτον,
καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
12κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν·
πάντα γὰρ ἀπέδωκας ἡμῖν.
13κύριε ὁ θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς·
κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν,
τὸ ὄνομά σου ὀνομάζομεν.
14οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν,
οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσιν·
διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας
καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν.
15πρόσθες αὐτοῖς κακά, κύριε,
πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς.
16κύριε, ἐν θλίψει ἐμνήσθην σου,
ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.
17καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν
καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν,
οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου.
18διὰ τὸν φόβον σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν
καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν·
πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς·
οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
19ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις,
καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ·
ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν,
ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.
20βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου,
ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον,
ἕως ἂν παρέλθῃ ἡ ὀργὴ κυρίου.