Προσευχὴ Αμβακουμ.
2Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην,
κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.
ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ,
ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ,
ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ,
ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ.
3ὁ θεὸς ἐκ Θαιμαν ἥξει,
καὶ ὁ ἅγιος ἐξ ὄρους Φαραν κατασκίου δασέως.
διάψαλμα.
ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ,
καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.
4καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται,
κέρατα ἐν χερσὶν αὐτοῦ,
καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.
5πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος,
καὶ ἐξελεύσεται, ἐν πεδίλοις οἱ πόδες αὐτοῦ.
6ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ·
ἐπέβλεψεν, καὶ ἐτάκη ἔθνη.
διεθρύβη τὰ ὄρη βίᾳ,
ἐτάκησαν βουνοὶ αἰώνιοι.
7πορείας αἰωνίους αὐτοῦ ἀντὶ κόπων εἶδον,
σκηνώματα Αἰθιόπων πτοηθήσονται
καὶ αἱ σκηναὶ γῆς Μαδιαμ.
8μὴ ἐν ποταμοῖς ὠργίσθης, κύριε,
ἢ ἐν ποταμοῖς ὁ θυμός σου,
ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου;
ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου,
καὶ ἡ ἱππασία σου σωτηρία.
9ἐντείνων ἐντενεῖς τὸ τόξον σου
ἐπὶ σκῆπτρα, λέγει κύριος.
διάψαλμα.
ποταμῶν ῥαγήσεται γῆ.
10ὄψονταί σε καὶ ὠδινήσουσιν λαοί.
σκορπίζων ὕδατα πορείας·
ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς·
ὕψος φαντασίας αὐτῆς ἐπήρθη.
11ὁ ἥλιος καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς·
εἰς φῶς βολίδες σου πορεύσονται,
εἰς φέγγος ἀστραπῆς ὅπλων σου.
12ἐν ἀπειλῇ σου ὀλιγώσεις γῆν
καὶ ἐν θυμῷ κατάξεις ἔθνη.
13ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου
τοῦ σῶσαι τοὺς χριστούς σου·
ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον,
ἐξήγειρας δεσμοὺς ἕως τραχήλου.
διάψαλμα.
14διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν,
σεισθήσονται ἐν αὐτῇ·
διανοίξουσιν χαλινοὺς αὐτῶν
ὡς ἔσθων πτωχὸς λάθρᾳ.
15καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου
ταράσσοντας ὕδατα πολλά.
16ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ κοιλία μου
ἀπὸ φωνῆς προσευχῆς χειλέων μου,
καὶ εἰσῆλθεν τρόμος εἰς τὰ ὀστᾶ μου,
καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου.
ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεώς μου
τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου.
17διότι συκῆ οὐ καρποφορήσει,
καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις·
ψεύσεται ἔργον ἐλαίας,
καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν·
ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα,
καὶ οὐχ ὑπάρχουσιν βόες ἐπὶ φάτναις ἐξιλάσεως αὐτῶν.
18ἐγὼ δὲ ἐν τῷ κυρίῳ ἀγαλλιάσομαι,
χαρήσομαι ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου.
19κύριος ὁ θεός μου δύναμίς μου
καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν·
ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με
τοῦ νικῆσαι ἐν τῇ ᾠδῇ αὐτοῦ.