Προσευχὴ Αννας μητρὸς Σαμουηλ.
1Ἐστερεώθη ἡ καρδία μου ἐν κυρίῳ,
ὑψώθη κέρας μου ἐν θεῷ μου·
ἐπλατύνθη ἐπ᾽ ἐχθρούς μου τὸ στόμα μου,
ηὐφράνθην ἐν σωτηρίᾳ σου.
2ὅτι οὐκ ἔστιν ἅγιος ὡς κύριος,
καὶ οὐκ ἔστιν δίκαιος ὡς ὁ θεὸς ἡμῶν·
οὐκ ἔστιν ἅγιος πλὴν σοῦ.
3μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλά,
μηδὲ ἐξελθάτω μεγαλορημοσύνη ἐκ τοῦ στόματος ὑμῶν,
ὅτι θεὸς γνώσεων κύριος
καὶ θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ.
4τόξον δυνατῶν ἠσθένησεν,
καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν·
5πλήρεις ἄρτων ἠλαττώθησαν,
καὶ οἱ πεινῶντες παρῆκαν γῆν·
ὅτι στεῖρα ἔτεκεν ἑπτά,
καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν.
6κύριος θανατοῖ καὶ ζωογονεῖ,
κατάγει εἰς ᾅδου καὶ ἀνάγει·
7κύριος πτωχίζει καὶ πλουτίζει,
ταπεινοῖ καὶ ἀνυψοῖ.
8ἀνιστᾷ ἀπὸ γῆς πένητα
καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν
τοῦ καθίσαι αὐτὸν μετὰ δυναστῶν λαοῦ
καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς.
9διδοὺς εὐχὴν τῷ εὐχομένῳ
καὶ εὐλόγησεν ἔτη δικαίου·
ὅτι οὐκ ἐν ἰσχύι δυνατὸς ἀνήρ,
10κύριος ἀσθενῆ ποιήσει τὸν ἀντίδικον αὐτοῦ,
κύριος ἅγιος.
μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ,
καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ,
καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ,
ἀλλ᾽ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος,
συνίειν καὶ γινώσκειν τὸν κύριον
καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς.
κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν,
αὐτὸς κρινεῖ ἄκρα γῆς δίκαιος ὢν
καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν
καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ