Ὠιδὴ Μωυσέως ἐν τῷ Δευτερονομίῳ.
1Πρόσεχε, οὐρανέ, καὶ λαλήσω,
καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.
2προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου,
καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου,
ὡσεὶ ὄμβρος ἐπ᾽ ἄγρωστιν
καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον.
3ὅτι ὄνομα κυρίου ἐκάλεσα·
δότε μεγαλωσύνην τῷ θεῷ ἡμῶν.
4θεός, ἀληθινὰ τὰ ἔργα αὐτοῦ,
καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσις·
θεὸς πιστός, καὶ οὐκ ἔστιν ἀδικία,
δίκαιος καὶ ὅσιος κύριος.
5ἡμάρτοσαν οὐκ αὐτῷ τέκνα μωμητά,
γενεὰ σκολιὰ καὶ διεστραμμένη.
6ταῦτα κυρίῳ ἀνταποδίδοτε οὕτω,
λαὸς μωρὸς καὶ οὐχὶ σοφός;
οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε
καὶ ἐποίησέν σε καὶ ἔκτισέν σε;
7μνήσθητε ἡμέρας αἰῶνος,
σύνετε ἔτη γενεᾶς γενεῶν·
ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι,
τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσίν σοι.
8ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη,
ὡς διέσπειρεν υἱοὺς Αδαμ,
ἔστησεν ὅρια ἐθνῶν
κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ,
9καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ιακωβ,
σχοίνισμα κληρονομίας αὐτοῦ Ισραηλ.
10αὐτάρκησεν αὐτὸν ἐν τῇ ἐρήμῳ,
ἐν δίψει καύματος ἐν ἀνύδρῳ·
ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν
καὶ διεφύλαξεν αὐτὸν ὡς κόρην ὀφθαλμοῦ
11ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ
καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησεν,
διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς
καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.
12κύριος μόνος ἦγεν αὐτούς,
καὶ οὐκ ἦν μετ᾽ αὐτῶν θεὸς ἀλλότριος.
13ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς,
ἐψώμισεν αὐτοὺς γενήματα ἀγρῶν·
ἐθήλασαν μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας,
14βούτυρον βοῶν καὶ γάλα προβάτων
μετὰ στέατος ἀρνῶν καὶ κριῶν,
υἱῶν ταύρων καὶ τράγων
μετὰ στέατος νεφρῶν πυροῦ,
καὶ αἷμα σταφυλῆς ἔπιον οἶνον.
15καὶ ἔφαγεν Ιακωβ καὶ ἐνεπλήσθη,
καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος,
ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη·
καὶ ἐγκατέλιπεν θεὸν τὸν ποιήσαντα αὐτὸν
καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ.
16παρώξυνάν με ἐπ᾽ ἀλλοτρίοις,
ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με·
17ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ,
θεοῖς, οἷς οὐκ ᾔδεισαν·
καινοὶ καὶ πρόσφατοι ἥκασιν,
οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν.
18θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες
καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε.
19καὶ εἶδεν κύριος καὶ ἐζήλωσεν
καὶ παρωξύνθη δι᾽ ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων
20καὶ εἶπεν Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾽ αὐτῶν
καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ᾽ ἐσχάτων·
ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν,
υἱοί, οἷς οὐκ ἔστιν πίστις ἐν αὐτοῖς.
21αὐτοὶ παρεζήλωσάν με ἐπ᾽ οὐ θεῷ,
παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν·
κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾽ οὐκ ἔθνει,
ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.
22ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου,
καυθήσεται ἕως ᾅδου κάτω,
καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς,
φλέξει θεμέλια ὀρέων.
23συνάξω εἰς αὐτοὺς κακὰ
καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς.
24τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων
καὶ ὀπισθότονος ἀνίατος·
ὀδόντας θηρίων ἐξαποστελῶ εἰς αὐτοὺς
μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς.
25ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα
καὶ ἐκ τῶν ταμιείων φόβος·
νεανίσκος σὺν παρθένῳ,
θηλάζων μετὰ καθεστηκότος πρεσβυτέρου.
26εἶπα Διασπερῶ αὐτούς,
παύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν,
27εἰ μὴ δι᾽ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσιν,
καὶ ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι,
μὴ εἴπωσιν Ἡ χεὶρ ἡμῶν ὑψηλή,
καὶ οὐχὶ κύριος ἐποίησεν ταῦτα πάντα.
28ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστιν,
καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη.
29οὐκ ἐφρόνησαν συνιέναι ταῦτα·
καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον.
30πῶς διώξεται εἷς χιλίους
καὶ δύο μετακινήσουσιν μυριάδας,
εἰ μὴ ὁ θεὸς ἀπέδοτο αὐτοὺς
καὶ ὁ κύριος παρέδωκεν αὐτούς;
31οὐ γάρ εἰσιν οἱ θεοὶ αὐτῶν ὡς ὁ θεὸς ἡμῶν·
οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι.
32ἐκ γὰρ ἀμπέλου Σοδομων ἡ ἄμπελος αὐτῶν,
καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομορρας·
ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς,
βότρυς πικρίας αὐτοῖς·
33θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν
καὶ θυμὸς ἀσπίδων ἀνίατος.
34οὐκ ἰδοὺ ταῦτα πάντα συνῆκται παρ᾽ ἐμοὶ
καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου;
35ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω,
ἐν καιρῷ, ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν·
ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτῶν,
καὶ πάρεστιν ἕτοιμα ὑμῖν.
36ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ
καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται·
εἶδεν γὰρ αὐτοὺς παραλελυμένους
καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ καὶ παρειμένους.
37καὶ εἶπεν κύριος Ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν,
ἐφ᾽ οἷς ἐπεποίθεισαν ἐπ᾽ αὐτοῖς,
38ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε
καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν;
ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν
καὶ γενηθήτωσαν ὑμῖν σκεπασταί.
39ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι
καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ·
ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω,
πατάξω κἀγὼ ἰάσομαι,
καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.
40ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου
καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου
καὶ ἐρῶ Ζῶ ἐγὼ εἰς τὸν αἰῶνα,
41ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου,
καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου,
καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς
καὶ τοῖς μισοῦσίν με ἀνταποδώσω·
42μεθύσω τὰ βέλη μου ἀφ᾽ αἵματος,
καὶ ἡ μάχαιρά μου καταφάγεται κρέα,
ἀφ᾽ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας,
ἀπὸ κεφαλῆς ἀρχόντων ἐθνῶν.
43εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῷ,
καὶ προσκυνησάτωσαν αὐτῷ πάντες οἱ ἄγγελοι θεοῦ·
εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ,
καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ·
ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται,
καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς
καὶ τοῖς μισοῦσιν ἀνταποδώσει,
καὶ ἐκκαθαριεῖ κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ.