1Ἐπὶ κοίτην μου ἐν νυξὶν
ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου,
ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν,
ἐκάλεσα αὐτόν, καὶ οὐχ ὑπήκουσέν μου.
2ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει
ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις
καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου·
ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν.
3εὕροσάν με οἱ τηροῦντες οἱ κυκλοῦντες ἐν τῇ πόλει
Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε;
4ὡς μικρὸν ὅτε παρῆλθον ἀπ᾽ αὐτῶν,
ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου·
ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφήσω αὐτόν,
ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου
καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με.
5ὥρκισα ὑμᾶς, θυγατέρες Ιερουσαλημ,
ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,
ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσῃ.
6Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου
ὡς στελέχη καπνοῦ τεθυμιαμένη
σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ;
7ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμων,
ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς
ἀπὸ δυνατῶν Ισραηλ,
8πάντες κατέχοντες ῥομφαίαν
δεδιδαγμένοι πόλεμον,
ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ μηρὸν αὐτοῦ
ἀπὸ θάμβους ἐν νυξίν.
9φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμων
ἀπὸ ξύλων τοῦ Λιβάνου,
10στύλους αὐτοῦ ἐποίησεν ἀργύριον
καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον,
ἐπίβασις αὐτοῦ πορφυρᾶ,
ἐντὸς αὐτοῦ λιθόστρωτον,
ἀγάπην ἀπὸ θυγατέρων Ιερουσαλημ.
11ἐξέλθατε καὶ ἴδετε
ἐν τῷ βασιλεῖ Σαλωμων
ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ
ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ
καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ.