1Ἐγὼ ἄνθος τοῦ πεδίου,
κρίνον τῶν κοιλάδων.
2Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν,
οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων.
3Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ,
οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν·
ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα,
καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.
4Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου,
τάξατε ἐπ᾽ ἐμὲ ἀγάπην.
5στηρίσατέ με ἐν ἀμόραις,
στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.
6εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου,
καὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με.
7ὥρκισα ὑμᾶς, θυγατέρες Ιερουσαλημ,
ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,
ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ.
8Φωνὴ ἀδελφιδοῦ μου·
ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη
διαλλόμενος ἐπὶ τοὺς βουνούς.
9ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι
ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθηλ.
ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν
παρακύπτων διὰ τῶν θυρίδων
ἐκκύπτων διὰ τῶν δικτύων.
10ἀποκρίνεται ἀδελφιδός μου καὶ λέγει μοι
Ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου,
11ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν,
ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ,
12τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ,
καιρὸς τῆς τομῆς ἔφθακεν,
φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν,
13ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς,
αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν.
ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου,
14καὶ ἐλθὲ σύ, περιστερά μου ἐν σκέπῃ τῆς πέτρας
ἐχόμενα τοῦ προτειχίσματος,
δεῖξόν μοι τὴν ὄψιν σου
καὶ ἀκούτισόν με τὴν φωνήν σου,
ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.
15Πιάσατε ἡμῖν ἀλώπεκας
μικροὺς ἀφανίζοντας ἀμπελῶνας,
καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν.
16Ἀδελφιδός μου ἐμοί, κἀγὼ αὐτῷ,
ὁ ποιμαίνων ἐν τοῖς κρίνοις,
17ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί.
ἀπόστρεψον ὁμοιώθητι σύ, ἀδελφιδέ μου,
τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων
ἐπὶ ὄρη κοιλωμάτων.