PSALMI 121
1Ὠιδὴ τῶν ἀναβαθμῶν.
Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι
Εἰς οἶκον κυρίου πορευσόμεθα.
2ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν
ἐν ταῖς αὐλαῖς σου, Ιερουσαλημ.
3Ιερουσαλημ οἰκοδομουμένη ὡς πόλις
ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό.
4ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί,
φυλαὶ κυρίου μαρτύριον τῷ Ισραηλ
τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου·
5ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν,
θρόνοι ἐπὶ οἶκον Δαυιδ.
6ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ιερουσαλημ,
καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε·
7γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου
καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσίν σου.
8ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου
ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ·
9ἕνεκα τοῦ οἴκου κυρίου τοῦ θεοῦ ἡμῶν
ἐξεζήτησα ἀγαθά σοι.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart