Προσευχὴ Μανασση.
1Κύριε παντοκράτωρ,
ὁ θεὸς τῶν πατέρων ἡμῶν,
τοῦ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ
καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου,
2ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ αὐτῶν,
3ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου,
ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου·
4ὃν πάντα φρίττει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου,
5ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου,
καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου,
6ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου,
7ὅτι σὺ εἶ κύριος ὕψιστος,
εὔσπλαγχνος, μακρόθυμος καὶ πολυέλεος
καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων·
8σὺ οὖν, κύριε ὁ θεὸς τῶν δικαίων,
οὐκ ἔθου μετάνοιαν δικαίοις,
τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τοῖς οὐχ ἡμαρτηκόσιν σοι,
ἀλλ᾽ ἔθου μετάνοιαν ἐμοὶ τῷ ἁμαρτωλῷ,
9διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης,
ἐπλήθυναν αἱ ἀνομίαι μου, κύριε, ἐπλήθυναν,
καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ
ἀπὸ πλήθους τῶν ἀδικιῶν μου
10κατακαμπτόμενος πολλῷ δεσμῷ σιδήρου
εἰς τὸ ἀνανεῦσαί με ὑπὲρ ἁμαρτιῶν μου,
καὶ οὐκ ἔστιν μοι ἄνεσις,
διότι παρώργισα τὸν θυμόν σου
καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα
στήσας βδελύγματα καὶ πληθύνας προσοχθίσματα.
11καὶ νῦν κλίνω γόνυ καρδίας δεόμενος τῆς παρὰ σοῦ χρηστότητος
12Ἡμάρτηκα, κύριε, ἡμάρτηκα
καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω.
13αἰτοῦμαι δεόμενός σου
Ἄνες μοι, κύριε, ἄνες μοι,
μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου
μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι
μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς.
ὅτι σὺ εἶ, κύριε, ὁ θεὸς τῶν μετανοούντων,
14καὶ ἐν ἐμοὶ δείξῃς τὴν ἀγαθωσύνην σου·
ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου,
15καὶ αἰνέσω σε διὰ παντὸς ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου.
ὅτι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν,
καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας. αμην.