Προσευχὴ Εζεκιου.
10Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου
πορεύσομαι ἐν πύλαις ᾅδου,
καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα.
11εἶπα Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς,
οὐ μὴ ἴδω ἄνθρωπον μετὰ κατοικούντων.
12ἐξέλιπον ἐκ τῆς συγγενείας μου,
κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου·
ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ᾽ ἐμοῦ
ὥσπερ ὁ καταλύων σκηνὴν πήξας·
τὸ πνεῦμά μου παρ᾽ ἐμοὶ ἐγένετο
ὡς ἱστός, ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν.
13ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωὶ ὡς λέοντι·
οὕτως συνέτριψεν πάντα τὰ ὀστᾶ μου·
ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην.
14ὡς χελιδών, οὕτω φωνήσω,
καὶ ὡς περιστερά, οὕτω μελετήσω·
ἐξέλιπον γὰρ οἱ ὀφθαλμοί μου τοῦ βλέπειν
εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον,
15ὃς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς.
16κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι,
καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα·
17εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται,
καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου.
18οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σε,
οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε,
οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου·
19οἱ ζῶντες εὐλογήσουσίν σε, ὃν τρόπον κἀγώ.
ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω,
ἃ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου, κύριε τῆς σωτηρίας μου,
20καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου
πάσας τὰς ἡμέρας τῆς ζωῆς μου
κατέναντι τοῦ οἴκου τοῦ θεοῦ.