1Εἰμὶ μὲν κἀγὼ θνητὸς ἄνθρωπος ἴσος ἅπασιν
καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου·
καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ
2δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι
ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης.
3καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα
καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν
πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων·
4ἐν σπαργάνοις ἀνετράφην καὶ φροντίσιν.
5οὐδεὶς γὰρ βασιλέων ἑτέραν ἔσχεν γενέσεως ἀρχήν,
6μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση.
7διὰ τοῦτο εὐξάμην, καὶ φρόνησις ἐδόθη μοι·
ἐπεκαλεσάμην, καὶ ἦλθέν μοι πνεῦμα σοφίας.
8προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων
καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς·
9οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον,
ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη,
καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς·
10ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν
καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν,
ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος.
11ἦλθεν δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ᾽ αὐτῆς
καὶ ἀναρίθμητος πλοῦτος ἐν χερσὶν αὐτῆς·
12εὐφράνθην δὲ ἐπὶ πᾶσιν, ὅτι αὐτῶν ἡγεῖται σοφία,
ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων.
13ἀδόλως τε ἔμαθον ἀφθόνως τε μεταδίδωμι,
τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι·
14ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις,
ὃν οἱ κτησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν
διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες.
15Ἐμοὶ δὲ δῴη ὁ θεὸς εἰπεῖν κατὰ γνώμην
καὶ ἐνθυμηθῆναι ἀξίως τῶν δεδομένων,
ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγός ἐστιν
καὶ τῶν σοφῶν διορθωτής.
16ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν
πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη.
17αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ
εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων,
18ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων,
τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν,
19ἐνιαυτοῦ κύκλους καὶ ἄστρων θέσεις,
20φύσεις ζῴων καὶ θυμοὺς θηρίων,
πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων,
διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν,
21ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανῆ ἔγνων·
ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοφία.
22Ἔστιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον,
μονογενές, πολυμερές, λεπτόν,
εὐκίνητον, τρανόν, ἀμόλυντον,
σαφές, ἀπήμαντον, φιλάγαθον, ὀξύ,
23ἀκώλυτον, εὐεργετικόν, φιλάνθρωπον,
βέβαιον, ἀσφαλές, ἀμέριμνον,
παντοδύναμον, πανεπίσκοπον
καὶ διὰ πάντων χωροῦν πνευμάτων
νοερῶν καθαρῶν λεπτοτάτων.
24πάσης γὰρ κινήσεως κινητικώτερον σοφία,
διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα·
25ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως
καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής·
διὰ τοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει.
26ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀϊδίου
καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας
καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.
27μία δὲ οὖσα πάντα δύναται
καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει
καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα
φίλους θεοῦ καὶ προφήτας κατασκευάζει·
28οὐθὲν γὰρ ἀγαπᾷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα.
29ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου
καὶ ὑπὲρ πᾶσαν ἄστρων θέσιν.
φωτὶ συγκρινομένη εὑρίσκεται προτέρα·
30τοῦτο μὲν γὰρ διαδέχεται νύξ,
σοφίας δὲ οὐ κατισχύει κακία.