1Τοῖς δὲ ἀσεβέσιν μέχρι τέλους ἀνελεήμων θυμὸς ἐπέστη·
προῄδει γὰρ αὐτῶν καὶ τὰ μέλλοντα,
2ὅτι αὐτοὶ ἐπιτρέψαντες τοῦ ἀπιέναι
καὶ μετὰ σπουδῆς προπέμψαντες αὐτοὺς
διώξουσιν μεταμεληθέντες.
3ἔτι γὰρ ἐν χερσὶν ἔχοντες τὰ πένθη
καὶ προσοδυρόμενοι τάφοις νεκρῶν
ἕτερον ἐπεσπάσαντο λογισμὸν ἀνοίας
καὶ οὓς ἱκετεύοντες ἐξέβαλον, τούτους ὡς φυγάδας ἐδίωκον.
4εἷλκεν γὰρ αὐτοὺς ἡ ἀξία ἐπὶ τοῦτο τὸ πέρας ἀνάγκη
καὶ τῶν συμβεβηκότων ἀμνηστίαν ἐνέβαλεν,
ἵνα τὴν λείπουσαν ταῖς βασάνοις προσαναπληρώσωσιν κόλασιν,
5καὶ ὁ μὲν λαός σου παράδοξον ὁδοιπορίαν πειράσῃ,
ἐκεῖνοι δὲ ξένον εὕρωσι θάνατον.
6ὅλη γὰρ ἡ κτίσις ἐν ἰδίῳ γένει πάλιν ἄνωθεν διετυποῦτο
ὑπηρετοῦσα ταῖς σαῖς ἐπιταγαῖς,
ἵνα οἱ σοὶ παῖδες φυλαχθῶσιν ἀβλαβεῖς.
7ἡ τὴν παρεμβολὴν σκιάζουσα νεφέλη,
ἐκ δὲ προϋφεστῶτος ὕδατος ξηρᾶς ἀνάδυσις γῆς ἐθεωρήθη,
ἐξ ἐρυθρᾶς θαλάσσης ὁδὸς ἀνεμπόδιστος
καὶ χλοηφόρον πεδίον ἐκ κλύδωνος βιαίου·
8δι᾽ οὗ πανεθνεὶ διῆλθον οἱ τῇ σῇ σκεπαζόμενοι χειρὶ
θεωρήσαντες θαυμαστὰ τέρατα.
9ὡς γὰρ ἵπποι ἐνεμήθησαν
καὶ ὡς ἀμνοὶ διεσκίρτησαν αἰνοῦντές σε, κύριε, τὸν ῥυσάμενον αὐτούς.
10ἐμέμνηντο γὰρ ἔτι τῶν ἐν τῇ παροικίᾳ αὐτῶν,
πῶς ἀντὶ μὲν γενέσεως ζῴων ἐξήγαγεν ἡ γῆ σκνῖπα,
ἀντὶ δὲ ἐνύδρων ἐξηρεύξατο ὁ ποταμὸς πλῆθος βατράχων.
11ἐφ᾽ ὑστέρῳ δὲ εἶδον καὶ γένεσιν νέαν ὀρνέων,
ὅτε ἐπιθυμίᾳ προαχθέντες ᾐτήσαντο ἐδέσματα τρυφῆς·
12εἰς γὰρ παραμυθίαν ἐκ θαλάσσης ἀνέβη αὐτοῖς ὀρτυγομήτρα.
13Καὶ αἱ τιμωρίαι τοῖς ἁμαρτωλοῖς ἐπῆλθον
οὐκ ἄνευ τῶν προγεγονότων τεκμηρίων τῇ βίᾳ τῶν κεραυνῶν·
δικαίως γὰρ ἔπασχον ταῖς ἰδίαις αὐτῶν πονηρίαις,
καὶ γὰρ χαλεπωτέραν μισοξενίαν ἐπετήδευσαν.
14οἱ μὲν γὰρ τοὺς ἀγνοοῦντας οὐκ ἐδέχοντο παρόντας·
οὗτοι δὲ εὐεργέτας ξένους ἐδουλοῦντο.
15καὶ οὐ μόνον, ἀλλ᾽ ἤ τις ἐπισκοπὴ ἔσται αὐτῶν,
ἐπεὶ ἀπεχθῶς προσεδέχοντο τοὺς ἀλλοτρίους·
16οἱ δὲ μετὰ ἑορτασμάτων
εἰσδεξάμενοι τοὺς ἤδη τῶν αὐτῶν μετεσχηκότας δικαίων
δεινοῖς ἐκάκωσαν πόνοις.
17ἐπλήγησαν δὲ καὶ ἀορασίᾳ
ὥσπερ ἐκεῖνοι ἐπὶ ταῖς τοῦ δικαίου θύραις,
ὅτε ἀχανεῖ περιβληθέντες σκότει
ἕκαστος τῶν ἑαυτοῦ θυρῶν τὴν δίοδον ἐζήτει.
18Δι᾽ ἑαυτῶν γὰρ τὰ στοιχεῖα μεθαρμοζόμενα,
ὥσπερ ἐν ψαλτηρίῳ φθόγγοι τοῦ ῥυθμοῦ τὸ ὄνομα διαλλάσσουσιν,
πάντοτε μένοντα ἤχῳ,
ὅπερ ἐστὶν εἰκάσαι ἐκ τῆς τῶν γεγονότων ὄψεως ἀκριβῶς·
19χερσαῖα γὰρ εἰς ἔνυδρα μετεβάλλετο,
καὶ νηκτὰ μετέβαινεν ἐπὶ γῆς·
20πῦρ ἴσχυεν ἐν ὕδατι τῆς ἰδίας δυνάμεως,
καὶ ὕδωρ τῆς σβεστικῆς φύσεως ἐπελανθάνετο·
21φλόγες ἀνάπαλιν εὐφθάρτων ζῴων
οὐκ ἐμάραναν σάρκας ἐμπεριπατούντων,
οὐδὲ τηκτὸν κρυσταλλοειδὲς εὔτηκτον γένος ἀμβροσίας τροφῆς.
22Κατὰ πάντα γάρ, κύριε, ἐμεγάλυνας τὸν λαόν σου καὶ ἐδόξασας
καὶ οὐχ ὑπερεῖδες ἐν παντὶ καιρῷ καὶ τόπῳ παριστάμενος.