1Μεγάλαι γάρ σου αἱ κρίσεις καὶ δυσδιήγητοι·
διὰ τοῦτο ἀπαίδευτοι ψυχαὶ ἐπλανήθησαν.
2ὑπειληφότες γὰρ καταδυναστεύειν ἔθνος ἅγιον ἄνομοι
δέσμιοι σκότους καὶ μακρᾶς πεδῆται νυκτὸς
κατακλεισθέντες ὀρόφοις φυγάδες τῆς αἰωνίου προνοίας ἔκειντο.
3λανθάνειν γὰρ νομίζοντες ἐπὶ κρυφαίοις ἁμαρτήμασιν
ἀφεγγεῖ λήθης παρακαλύμματι
ἐσκορπίσθησαν θαμβούμενοι δεινῶς
καὶ ἰνδάλμασιν ἐκταρασσόμενοι.
4οὐδὲ γὰρ ὁ κατέχων αὐτοὺς μυχὸς ἀφόβους διεφύλαττεν,
ἦχοι δ᾽ ἐκταράσσοντες αὐτοὺς περιεκόμπουν,
καὶ φάσματα ἀμειδήτοις κατηφῆ προσώποις ἐνεφανίζετο.
5καὶ πυρὸς μὲν οὐδεμία βία κατίσχυεν φωτίζειν,
οὔτε ἄστρων ἔκλαμπροι φλόγες
καταυγάζειν ὑπέμενον τὴν στυγνὴν ἐκείνην νύκτα.
6διεφαίνετο δ᾽ αὐτοῖς μόνον
αὐτομάτη πυρὰ φόβου πλήρης,
ἐκδειματούμενοι δὲ τῆς μὴ θεωρουμένης ἐκείνης ὄψεως
ἡγοῦντο χείρω τὰ βλεπόμενα.
7μαγικῆς δὲ ἐμπαίγματα κατέκειτο τέχνης,
καὶ τῆς ἐπὶ φρονήσει ἀλαζονείας ἔλεγχος ἐφύβριστος·
8οἱ γὰρ ὑπισχνούμενοι δείματα καὶ ταραχὰς ἀπελαύνειν ψυχῆς νοσούσης,
οὗτοι καταγέλαστον εὐλάβειαν ἐνόσουν.
9καὶ γὰρ εἰ μηδὲν αὐτοὺς ταραχῶδες ἐφόβει,
κνωδάλων παρόδοις καὶ ἑρπετῶν συριγμοῖς ἐκσεσοβημένοι
διώλλυντο ἔντρομοι
καὶ τὸν μηδαμόθεν φευκτὸν ἀέρα προσιδεῖν ἀρνούμενοι.
10δειλὸν γὰρ ἰδίῳ πονηρία μάρτυρι καταδικαζομένη,
ἀεὶ δὲ προσείληφεν τὰ χαλεπὰ συνεχομένη τῇ συνειδήσει·
11οὐθὲν γάρ ἐστιν φόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων,
12ἔνδοθεν δὲ οὖσα ἥττων ἡ προσδοκία
πλείονα λογίζεται τὴν ἄγνοιαν τῆς παρεχούσης τὴν βάσανον αἰτίας.
13οἱ δὲ τὴν ἀδύνατον ὄντως νύκτα
καὶ ἐξ ἀδυνάτου ᾅδου μυχῶν ἐπελθοῦσαν
τὸν αὐτὸν ὕπνον κοιμώμενοι
14τὰ μὲν τέρασιν ἠλαύνοντο φαντασμάτων,
τὰ δὲ τῆς ψυχῆς παρελύοντο προδοσίᾳ·
αἰφνίδιος γὰρ αὐτοῖς καὶ ἀπροσδόκητος φόβος ἐπεχύθη.
15εἶθ᾽ οὕτως, ὃς δή ποτ᾽ οὖν ἦν ἐκεῖ καταπίπτων,
ἐφρουρεῖτο εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισθείς·
16εἴ τε γὰρ γεωργὸς ἦν τις ἢ ποιμὴν
ἢ τῶν κατ᾽ ἐρημίαν ἐργάτης μόχθων,
προλημφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην,
μιᾷ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν·
17εἴ τε πνεῦμα συρίζον
ἢ περὶ ἀμφιλαφεῖς κλάδους ὀρνέων ἦχος εὐμελὴς
ἢ ῥυθμὸς ὕδατος πορευομένου βίᾳ
ἢ κτύπος ἀπηνὴς καταρριπτομένων πετρῶν
18ἢ σκιρτώντων ζῴων δρόμος ἀθεώρητος
ἢ ὠρυομένων ἀπηνεστάτων θηρίων φωνὴ
ἢ ἀντανακλωμένη ἐκ κοιλότητος ὀρέων ἠχώ,
παρέλυεν αὐτοὺς ἐκφοβοῦντα.
19ὅλος γὰρ ὁ κόσμος λαμπρῷ κατελάμπετο φωτὶ
καὶ ἀνεμποδίστοις συνείχετο ἔργοις·
20μόνοις δὲ ἐκείνοις ἐπετέτατο βαρεῖα νὺξ
εἰκὼν τοῦ μέλλοντος αὐτοὺς διαδέχεσθαι σκότους,
ἑαυτοῖς δὲ ἦσαν βαρύτεροι σκότους.