1Μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου
καὶ μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν.
2μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου
πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου·
3καὶ μὴ εἴπῃς Τίς με δυναστεύσει;
ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει.
4μὴ εἴπῃς Ἥμαρτον, καὶ τί μοι ἐγένετο;
ὁ γὰρ κύριός ἐστιν μακρόθυμος.
5περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου
προσθεῖναι ἁμαρτίαν ἐφ᾽ ἁμαρτίαις·
6καὶ μὴ εἴπῃς Ὁ οἰκτιρμὸς αὐτοῦ πολύς,
τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται·
ἔλεος γὰρ καὶ ὀργὴ παρ᾽ αὐτῷ,
καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ.
7μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς κύριον
καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας·
ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ κυρίου,
καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ.
8Μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις·
οὐδὲν γὰρ ὠφελήσει σε ἐν ἡμέρᾳ ἐπαγωγῆς.
9μὴ λίκμα ἐν παντὶ ἀνέμῳ
καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ·
οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.
10ἴσθι ἐστηριγμένος ἐν συνέσει σου,
καὶ εἷς ἔστω σου ὁ λόγος.
11Γίνου ταχὺς ἐν ἀκροάσει σου
καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν.
12εἰ ἔστιν σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον·
εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ τῷ στόματί σου.
13δόξα καὶ ἀτιμία ἐν λαλιᾷ,
καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ.
14Μὴ κληθῇς ψίθυρος
καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε
ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη
καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου.
15ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει
καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός·
ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει·
οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.