1Μὴ περὶ τούτων αἰσχυνθῇς
καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν·
2περὶ νόμου ὑψίστου καὶ διαθήκης
καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ,
3περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων
καὶ περὶ δόσεως κληρονομίας ἑταίρων,
4περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμίων
καὶ περὶ κτήσεως πολλῶν καὶ ὀλίγων,
5περὶ διαφόρου πράσεως ἐμπόρων
καὶ περὶ παιδείας τέκνων πολλῆς
καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι·
6ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς,
καὶ ὅπου χεῖρες πολλαί, κλεῖσον·
7ὃ ἐὰν παραδιδῷς, ἐν ἀριθμῷ καὶ σταθμῷ,
καὶ δόσις καὶ λῆμψις, πάντα ἐν γραφῇ·
8περὶ παιδείας ἀνοήτου καὶ μωροῦ
καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους·
καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς
καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος.
9Θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία,
καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον·
ἐν νεότητι αὐτῆς, μήποτε παρακμάσῃ,
καὶ συνῳκηκυῖα, μήποτε μισηθῇ·
10ἐν παρθενίᾳ, μήποτε βεβηλωθῇ
καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται·
μετὰ ἀνδρὸς οὖσα, μήποτε παραβῇ,
καὶ συνῳκηκυῖα, μήποτε στειρωθῇ.
11ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν,
μήποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς,
λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ,
καὶ καταισχύνῃ σε ἐν πλήθει πολλῶν.
12παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει
καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε·
13ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς
καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός.
14κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή,
καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν.
15Μνησθήσομαι δὴ τὰ ἔργα κυρίου,
καὶ ἃ ἑόρακα, ἐκδιηγήσομαι·
ἐν λόγοις κυρίου τὰ ἔργα αὐτοῦ.
16ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν,
καὶ τῆς δόξης κυρίου πλῆρες τὸ ἔργον αὐτοῦ.
17οὐκ ἐξεποίησεν τοῖς ἁγίοις κυρίου
ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ,
ἃ ἐστερέωσεν κύριος ὁ παντοκράτωρ
στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν.
18ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν
καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθη·
ἔγνω γὰρ ὁ ὕψιστος πᾶσαν εἴδησιν
καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος
19ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ τὰ ἐσόμενα
καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων·
20οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα,
οὐκ ἐκρύβη ἀπ᾽ αὐτοῦ οὐδὲ εἷς λόγος.
21τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησεν,
ὡς ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα·
οὔτε προσετέθη οὔτε ἠλαττώθη,
καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου.
22ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητὰ
καὶ ὡς σπινθῆρός ἐστιν θεωρῆσαι·
23πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα
ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει.
24πάντα δισσά, ἓν κατέναντι τοῦ ἑνός,
καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον·
25ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά,
καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;