1Ὁ συντηρῶν νόμον πλεονάζει προσφοράς,
θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς.
2ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν,
καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως.
3εὐδοκία κυρίου ἀποστῆναι ἀπὸ πονηρίας,
καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας.
4μὴ ὀφθῇς ἐν προσώπῳ κυρίου κενός·
πάντα γὰρ ταῦτα χάριν ἐντολῆς.
5προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον,
καὶ ἡ εὐωδία αὐτῆς ἔναντι ὑψίστου.
6θυσία ἀνδρὸς δικαίου δεκτή,
καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται.
7ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον
καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου.
8ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου
καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην.
9δὸς ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ
καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ᾽ εὕρεμα χειρός·
10ὅτι κύριος ἀνταποδιδούς ἐστιν
καὶ ἑπταπλάσια ἀνταποδώσει σοι.
11Μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται,
καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ·
12ὅτι κύριος κριτής ἐστιν,
καὶ οὐκ ἔστιν παρ᾽ αὐτῷ δόξα προσώπου.
13οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοῦ
καὶ δέησιν ἠδικημένου εἰσακούσεται·
14οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρφανοῦ
καὶ χήραν, ἐὰν ἐκχέῃ λαλιάν·
15οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει
καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά;
16θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται,
καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει·
17προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν,
καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ·
18καὶ οὐ μὴ ἀποστῇ, ἕως ἐπισκέψηται ὁ ὕψιστος
καὶ κρινεῖ δικαίοις καὶ ποιήσει κρίσιν.
19καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ
οὐδὲ μὴ μακροθυμήσῃ ἐπ᾽ αὐτοῖς,
20ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων
καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν,
21ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν
καὶ σκῆπτρα ἀδίκων συντρίψει,
22ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ
καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν,
23ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ
καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ.
24ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ
ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας.