1Ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς
καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται·
2ἐν ἐκκλησίᾳ ὑψίστου στόμα αὐτῆς ἀνοίξει
καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται
3Ἐγὼ ἀπὸ στόματος ὑψίστου ἐξῆλθον
καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν·
4ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα,
καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης·
5γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη
καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα·
6ἐν κύμασιν θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ
καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην.
7μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα
καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι.
8τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων,
καὶ ὁ κτίσας με κατέπαυσεν τὴν σκηνήν μου
καὶ εἶπεν Ἐν Ιακωβ κατασκήνωσον
καὶ ἐν Ισραηλ κατακληρονομήθητι.
9πρὸ τοῦ αἰῶνος ἀπ᾽ ἀρχῆς ἔκτισέν με,
καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω.
10ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα
καὶ οὕτως ἐν Σιων ἐστηρίχθην·
11ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσεν,
καὶ ἐν Ιερουσαλημ ἡ ἐξουσία μου·
12καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ,
ἐν μερίδι κυρίου, κληρονομίας αὐτοῦ.
13ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ
καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Αερμων·
14ὡς φοῖνιξ ἀνυψώθην ἐν Αιγγαδοις
καὶ ὡς φυτὰ ῥόδου ἐν Ιεριχω,
ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ,
καὶ ἀνυψώθην ὡς πλάτανος.
15ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν
καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν,
ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ
καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ.
16ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου,
καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος.
17ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν,
καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου.
19προσέλθετε πρός με, οἱ ἐπιθυμοῦντές μου,
καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε·
20τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ,
καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον.
21οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν,
καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν.
22ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται,
καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν.
23Ταῦτα πάντα βίβλος διαθήκης θεοῦ ὑψίστου,
νόμον ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς Ιακωβ,
25ὁ πιμπλῶν ὡς Φισων σοφίαν
καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων,
26ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν
καὶ ὡς Ιορδάνης ἐν ἡμέραις θερισμοῦ,
27ὁ ἐκφαίνων ὡς φῶς παιδείαν,
ὡς Γηων ἐν ἡμέραις τρυγήτου.
28οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν,
καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν·
29ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς
καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης.
30Κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ
καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον·
31εἶπα Ποτιῶ μου τὸν κῆπον
καὶ μεθύσω μου τὴν πρασιάν·
καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν,
καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν.
32ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ
καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν·
33ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ
καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων.
34ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα,
ἀλλ᾽ ἅπασιν τοῖς ἐκζητοῦσιν αὐτήν.