1Τέκνον, εἰ προσέρχῃ δουλεύειν κυρίῳ,
ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν·
2εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον
καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς·
3κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς,
ἵνα αὐξηθῇς ἐπ᾽ ἐσχάτων σου.
4πᾶν, ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι
καὶ ἐν ἀλλάγμασιν ταπεινώσεώς σου μακροθύμησον·
5ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς
καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως.
6πίστευσον αὐτῷ, καὶ ἀντιλήμψεταί σου·
εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ᾽ αὐτόν.
7Οἱ φοβούμενοι τὸν κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ
καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε.
8οἱ φοβούμενοι κύριον, πιστεύσατε αὐτῷ,
καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν.
9οἱ φοβούμενοι κύριον, ἐλπίσατε εἰς ἀγαθὰ
καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἔλεος.
10ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε·
τίς ἐνεπίστευσεν κυρίῳ καὶ κατῃσχύνθη;
ἢ τίς ἐνέμεινεν τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη;
ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;
11διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος
καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.
12Οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶν παρειμέναις
καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.
13οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει·
διὰ τοῦτο οὐ σκεπασθήσεται.
14οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν·
καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ κύριος;
15οἱ φοβούμενοι κύριον οὐκ ἀπειθήσουσιν ῥημάτων αὐτοῦ,
καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ.
16οἱ φοβούμενοι κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ,
καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου.
17οἱ φοβούμενοι κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν
καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν.
18ἐμπεσούμεθα εἰς χεῖρας κυρίου
καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων·
ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ,
οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.