Ψαλμὸς τῷ Σαλωμων· περὶ δικαίων.
1Ἵνα τί ὑπνοῖς, ψυχή, καὶ οὐκ εὐλογεῖς τὸν κύριον;
ὕμνον καινὸν ψάλατε τῷ θεῷ τῷ αἰνετῷ.
2ψάλλε καὶ γρηγόρησον ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ,
ὅτι ἀγαθὸς ψαλμὸς τῷ θεῷ ἐξ ἀγαθῆς καρδίας.
3δίκαιοι μνημονεύουσιν διὰ παντὸς τοῦ κυρίου,
ἐν ἐξομολογήσει καὶ δικαιώσει τὰ κρίματα κυρίου.
4οὐκ ὀλιγωρήσει δίκαιος παιδευόμενος ὑπὸ κυρίου,
ἡ εὐδοκία αὐτοῦ διὰ παντὸς ἔναντι κυρίου.
5Προσέκοψεν ὁ δίκαιος καὶ ἐδικαίωσεν τὸν κύριον,
ἔπεσεν καὶ ἀποβλέπει τί ποιήσει αὐτῷ ὁ θεός,
ἀποσκοπεύει ὅθεν ἥξει σωτηρία αὐτοῦ.
6ἀλήθεια τῶν δικαίων παρὰ θεοῦ σωτῆρος αὐτῶν,
οὐκ αὐλίζεται ἐν οἴκῳ δικαίου ἁμαρτία ἐφ᾽ ἁμαρτίαν·
7ἐπισκέπτεται διὰ παντὸς τὸν οἶκον αὐτοῦ ὁ δίκαιος
τοῦ ἐξᾶραι ἀδικίαν ἐν παραπτώματι αὐτοῦ.
8ἐξιλάσατο περὶ ἀγνοίας ἐν νηστείᾳ καὶ ταπεινώσει ψυχῆς αὐτοῦ,
καὶ ὁ κύριος καθαρίζει πᾶν ἄνδρα ὅσιον καὶ τὸν οἶκον αὐτοῦ.
9Προσέκοψεν ἁμαρτωλὸς καὶ καταρᾶται ζωὴν αὐτοῦ,
τὴν ἡμέραν γενέσεως αὐτοῦ καὶ ὠδῖνας μητρός.
10προσέθηκεν ἁμαρτίας ἐφ᾽ ἁμαρτίας τῇ ζωῇ αὐτοῦ·
ἔπεσεν, ὅτι πονηρὸν τὸ πτῶμα αὐτοῦ, καὶ οὐκ ἀναστήσεται.
11ἡ ἀπώλεια τοῦ ἁμαρτωλοῦ εἰς τὸν αἰῶνα,
καὶ οὐ μνησθήσεται, ὅταν ἐπισκέπτηται δικαίους.
12αὕτη ἡ μερὶς τῶν ἁμαρτωλῶν εἰς τὸν αἰῶνα·
οἱ δὲ φοβούμενοι τὸν κύριον ἀναστήσονται εἰς ζωὴν αἰώνιον,
καὶ ἡ ζωὴ αὐτῶν ἐν φωτὶ κυρίου καὶ οὐκ ἐκλείψει ἔτι.