PSALMI SALOMONIS 13
Τῷ Σαλωμων ψαλμός· παράκλησις τῶν δικαίων.
1Δεξιὰ κυρίου ἐσκέπασέν με,
δεξιὰ κυρίου ἐφείσατο ἡμῶν·
2ὁ βραχίων κυρίου ἔσωσεν ἡμᾶς ἀπὸ ῥομφαίας διαπορευομένης,
ἀπὸ λιμοῦ καὶ θανάτου ἁμαρτωλῶν.
3θηρία ἐπεδράμοσαν αὐτοῖς πονηρά·
ἐν τοῖς ὀδοῦσιν αὐτῶν ἐτίλλοσαν σάρκας αὐτῶν
καὶ ἐν ταῖς μύλαις ἔθλων ὀστᾶ αὐτῶν·
4καὶ ἐκ τούτων ἁπάντων ἐρρύσατο ἡμᾶς κύριος.
5Ἐταράχθη ὁ εὐσεβὴς διὰ τὰ παραπτώματα αὐτοῦ,
μήποτε συμπαραληφθῇ μετὰ τῶν ἁμαρτωλῶν·
6ὅτι δεινὴ ἡ καταστροφὴ τοῦ ἁμαρτωλοῦ,
καὶ οὐχ ἅψεται δικαίου οὐδὲν ἐκ πάντων τούτων.
7ὅτι οὐχ ὁμοία ἡ παιδεία τῶν δικαίων ἐν ἀγνοίᾳ
καὶ ἡ καταστροφὴ τῶν ἁμαρτωλῶν.
8ἐν περιστολῇ παιδεύεται δίκαιος,
ἵνα μὴ ἐπιχαρῇ ὁ ἁμαρτωλὸς τῷ δικαίῳ·
9ὅτι νουθετήσει δίκαιον ὡς υἱὸν ἀγαπήσεως,
καὶ ἡ παιδεία αὐτοῦ ὡς πρωτοτόκου.
10ὅτι φείσεται κύριος τῶν ὁσίων αὐτοῦ
καὶ τὰ παραπτώματα αὐτῶν ἐξαλείψει ἐν παιδείᾳ.
11ἡ γὰρ ζωὴ τῶν δικαίων εἰς τὸν αἰῶνα·
ἁμαρτωλοὶ δὲ ἀρθήσονται εἰς ἀπώλειαν,
καὶ οὐχ εὑρεθήσεται μνημόσυνον αὐτῶν ἔτι·
12ἐπὶ δὲ τοὺς ὁσίους τὸ ἔλεος κυρίου,
καὶ ἐπὶ τοὺς φοβουμένους αὐτὸν τὸ ἔλεος αὐτοῦ.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart