PSALMI 63
1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
2Εἰσάκουσον, ὁ θεός, τῆς φωνῆς μου ἐν τῷ δέεσθαί με,
ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.
3ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων,
ἀπὸ πλήθους ἐργαζομένων τὴν ἀνομίαν,
4οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν,
ἐνέτειναν τόξον αὐτῶν πρᾶγμα πικρὸν
5τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον,
ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται.
6ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν,
διηγήσαντο τοῦ κρύψαι παγίδας·
εἶπαν Τίς ὄψεται αὐτούς;
7ἐξηρεύνησαν ἀνομίας,
ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει.
προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα,
8καὶ ὑψωθήσεται ὁ θεός.
βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν,
9καὶ ἐξησθένησαν ἐπ᾽ αὐτοὺς αἱ γλῶσσαι αὐτῶν.
ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς,
10καὶ ἐφοβήθη πᾶς ἄνθρωπος.
καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ θεοῦ
καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν.
11εὐφρανθήσεται δίκαιος ἐπὶ τῷ κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾽ αὐτόν,
καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart