PSALMI 60
1Εἰς τὸ τέλος, ἐν ὕμνοις· τῷ Δαυιδ.
2Εἰσάκουσον, ὁ θεός, τῆς δεήσεώς μου,
πρόσχες τῇ προσευχῇ μου.
3ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα
ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου·
ἐν πέτρᾳ ὕψωσάς με,
4ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου,
πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.
5παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας,
σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου.
διάψαλμα.
6ὅτι σύ, ὁ θεός, εἰσήκουσας τῶν εὐχῶν μου,
ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.
7ἡμέρας ἐφ᾽ ἡμέρας βασιλέως προσθήσεις,
ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.
8διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ·
ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει;
9οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart