PSALMI 57
1Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυιδ εἰς στηλογραφίαν.
2Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε;
εὐθεῖα κρίνετε, οἱ υἱοὶ τῶν ἀνθρώπων;
3καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ,
ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν.
4ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας,
ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψεύδη.
5θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως,
ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς,
6ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων
φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ.
7ὁ θεὸς συνέτριψεν τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν,
τὰς μύλας τῶν λεόντων συνέθλασεν κύριος.
8ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον·
ἐντενεῖ τὸ τόξον αὐτοῦ, ἕως οὗ ἀσθενήσουσιν.
9ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθήσονται·
ἐπέπεσε πῦρ, καὶ οὐκ εἶδον τὸν ἥλιον.
10πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥάμνον,
ὡσεὶ ζῶντας ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς.
11εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβῶν·
τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ.
12καὶ ἐρεῖ ἄνθρωπος Εἰ ἄρα ἔστιν καρπὸς τῷ δικαίῳ,
ἄρα ἐστὶν ὁ θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart