PSALMI 53
1Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ 2ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαουλ Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ᾽ ἡμῖν;
3Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με
καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.
4ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
5ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ᾽ ἐμέ,
καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου·
οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν.
διάψαλμα.
6ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι,
καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου.
7ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου·
ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς.
8ἑκουσίως θύσω σοι,
ἐξομολογήσομαι τῷ ὀνόματί σου, κύριε, ὅτι ἀγαθόν·
9ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με,
καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart