PSALMI 151
1Οὗτος ὁ ψαλμὸς ἰδιόγραφος εἰς Δαυιδ καὶ ἔξωθεν τοῦ ἀριθμοῦ· ὅτε ἐμονομάχησεν τῷ Γολιαδ.
Μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου
καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου·
ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου.
2αἱ χεῖρές μου ἐποίησαν ὄργανον,
οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον.
3καὶ τίς ἀναγγελεῖ τῷ κυρίῳ μου;
αὐτὸς κύριος, αὐτὸς εἰσακούει.
4αὐτὸς ἐξαπέστειλεν τὸν ἄγγελον αὐτοῦ
καὶ ἦρέν με ἐκ τῶν προβάτων τοῦ πατρός μου
καὶ ἔχρισέν με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὐτοῦ.
5οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι,
καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς κύριος.
6ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ,
καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ·
7ἐγὼ δὲ σπασάμενος τὴν παρ᾽ αὐτοῦ μάχαιραν
ἀπεκεφάλισα αὐτὸν καὶ ἦρα ὄνειδος ἐξ υἱῶν Ισραηλ.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart