PSALMI 15
1Στηλογραφία τῷ Δαυιδ.
Φύλαξόν με, κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα.
2εἶπα τῷ κυρίῳ Κύριός μου εἶ σύ,
ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις.
3τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ
ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
4ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν,
μετὰ ταῦτα ἐτάχυναν·
οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων
οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.
5κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου·
σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί.
6σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις·
καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν.
7εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με·
ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου.
8προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός,
ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.
9διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου,
καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου,
ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾽ ἐλπίδι,
10ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην
οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
11ἐγνώρισάς μοι ὁδοὺς ζωῆς·
πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου,
τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart