PSALMI 146
1Αλληλουια· Αγγαιου καὶ Ζαχαριου.
Αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλμός·
τῷ θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις.
2οἰκοδομῶν Ιερουσαλημ ὁ κύριος
καὶ τὰς διασπορὰς τοῦ Ισραηλ ἐπισυνάξει,
3ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν
καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν,
4ὁ ἀριθμῶν πλήθη ἄστρων,
καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.
5μέγας ὁ κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ,
καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.
6ἀναλαμβάνων πραεῖς ὁ κύριος,
ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς.
7ἐξάρξατε τῷ κυρίῳ ἐν ἐξομολογήσει,
ψάλατε τῷ θεῷ ἡμῶν ἐν κιθάρᾳ,
8τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις,
τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν,
τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον
καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων,
9διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν
καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν.
10οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει
οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ·
11εὐδοκεῖ κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν
καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart