PSALMI 137
1Τῷ Δαυιδ.
Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου,
ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου,
καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.
2προσκυνήσω πρὸς ναὸν ἅγιόν σου
καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου
ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου,
ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ λόγιόν σου.
3ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου·
πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει.
4ἐξομολογησάσθωσάν σοι, κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς,
ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου,
5καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς κυρίου,
ὅτι μεγάλη ἡ δόξα κυρίου,
6ὅτι ὑψηλὸς κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ
καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.
7ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με·
ἐπ᾽ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖρά σου,
καὶ ἔσωσέν με ἡ δεξιά σου.
8κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ.
κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα,
τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart