PSALMI 130
1Ὠιδὴ τῶν ἀναβαθμῶν·
τῷ Δαυιδ. Κύριε, οὐχ ὑψώθη μου ἡ καρδία,
οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου,
οὐδὲ ἐπορεύθην ἐν μεγάλοις
οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ.
2εἰ μὴ ἐταπεινοφρόνουν,
ἀλλὰ ὕψωσα τὴν ψυχήν μου
ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ,
ὡς ἀνταπόδοσις ἐπὶ τὴν ψυχήν μου.
3ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart