1Αλληλουια.
Αἰνεῖτε τὸν κύριον, πάντα τὰ ἔθνη,
ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί,
2ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾽ ἡμᾶς,
καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.
Ihr Browser unterstützt kein HTML5-Audio.