IOB 26
1Ὑπολαβὼν δὲ Ιωβ λέγει
2Τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν;
πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστιν;
3τίνι συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα σοφία;
ἢ τίνι ἐπακολουθήσεις; οὐχ ᾧ μεγίστη δύναμις;
4τίνι ἀνήγγειλας ῥήματα;
πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ;
5μὴ γίγαντες μαιωθήσονται*
ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ;
6γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ,*
καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ.
7ἐκτείνων βορέαν ἐπ᾽ οὐδέν,*
κρεμάζων γῆν ἐπὶ οὐδενός·
8δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ,*
καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ·
9ὁ κρατῶν πρόσωπον θρόνου,*
ἐκπετάζων ἐπ᾽ αὐτὸν νέφος αὐτοῦ.
10πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος*
μέχρι συντελείας φωτὸς μετὰ σκότους.
11στῦλοι οὐρανοῦ ἐπετάσθησαν*
καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ.‡
12ἰσχύι κατέπαυσεν τὴν θάλασσαν,
ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος·
13κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν,
προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην.
14ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ,*
καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ·‡
σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει;
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart