1Ὑπολαβὼν δὲ Ιωβ λέγει
2Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρεῖτε με λόγοις;
3γνῶτε μόνον ὅτι ὁ κύριος ἐποίησέ με οὕτως· καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι.
4ναὶ δὴ ἐπ᾽ ἀληθείας ἐγὼ ἐπλανήθην, παρ᾽ ἐμοὶ δὲ αὐλίζεται πλάνος
4aλαλῆσαι ῥῆμα, ὃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ.
5ἔα δὲ ὅτι ἐπ᾽ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει.
6γνῶτε οὖν ὅτι ὁ κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπ᾽ ἐμὲ ὕψωσεν.
7ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω· κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα.
8κύκλῳ περιῳκοδόμημαι καὶ οὐ μὴ διαβῶ, ἐπὶ πρόσωπόν μου σκότος ἔθετο.
9τὴν δὲ δόξαν ἀπ᾽ ἐμοῦ ἐξέδυσεν, ἀφεῖλεν δὲ στέφανον ἀπὸ κεφαλῆς μου.
10διέσπασέν με κύκλῳ, καὶ ᾠχόμην· ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου.
11δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν.
12ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπ᾽ ἐμοὶ ταῖς ὁδοῖς μου, ἐκύκλωσάν με ἐγκάθετοι.
13ἀπ᾽ ἐμοῦ δὲ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν.
14οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου.
15γείτονες οἰκίας θεράπαιναί τέ μου, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν.
16θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσεν· στόμα δέ μου ἐδέετο.
17καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου·
18οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο· ὅταν ἀναστῶ, κατ᾽ ἐμοῦ λαλοῦσιν.
19ἐβδελύξαντο δέ με οἱ εἰδότες με· οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι.
20ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται.
21ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι· χεὶρ γὰρ κυρίου ἡ ἁψαμένη μού ἐστιν.
22διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος, ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε;
23τίς γὰρ ἂν δῴη γραφῆναι τὰ ῥήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα
24ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ‡ ἢ ἐν πέτραις ἐγγλυφῆναι;
25οἶδα γὰρ ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς.
26ἀναστήσαι τὸ δέρμα μου τὸ ἀνατλῶν ταῦτα· παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη,
27ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος· πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ.
28εἰ δὲ καὶ ἐρεῖτε Τί ἐροῦμεν ἔναντι αὐτοῦ;* καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ·‡
29εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος· θυμὸς γὰρ ἐπ᾽ ἀνόμους ἐπελεύσεται, καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ἡ ὕλη.