2Καὶ ἐπὶ τῶν σφραγιζόντων Νεεμιας υἱὸς Αχαλια καὶ Σεδεκιας 3υἱὸς Σαραια καὶ Αζαρια καὶ Ιερμια, 4Φασουρ, Αμαρια, Μελχια, 5Ατους, Σεβανι, Μαλουχ, 6Ιραμ, Μεραμωθ, Αβδια, 7Δανιηλ, Γαναθων, Βαρουχ, 8Μεσουλαμ, Αβια, Μιαμιν, 9Μααζια, Βελγαι, Σαμαια, οὗτοι ἱερεῖς· 10καὶ οἱ Λευῖται Ἰησοῦς υἱὸς Αζανια, Βαναιου ἀπὸ υἱῶν Ηναδαδ, Καδμιηλ, 11καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Σαβανια, Ωδουια Καλιτα, Φελεϊα, Αναν, 12Μιχα, Ροωβ, Εσεβιας, 13Ζαχωρ, Σαραβια, Σεβανια, 14Ωδουια, υἱοὶ Βανουναι· 15ἄρχοντες τοῦ λαοῦ Φορος, Φααθμωαβ, Ηλαμ, Ζαθουια, υἱοὶ 16Βανι, Ασγαδ, Βηβαι, 17Εδανια, Βαγοι, Ηδιν, 18Ατηρ, Εζεκια, Αζουρ, 19Οδουια, Ησαμ, Βησι, 20Αριφ, Αναθωθ, Νωβαι, 21Μαγαφης, Μεσουλαμ, Ηζιρ, 22Μεσωζεβηλ, Σαδδουκ, Ιεδδουα, 23Φαλτια, Αναν, Αναια, 24Ωσηε, Ανανια, Ασουβ, 25Αλωης, Φαλαϊ, Σωβηκ, 26Ραουμ, Εσαβανα, Μαασαια 27καὶ Αϊα, Αιναν, Ηναν, 28Μαλουχ, Ηραμ, Βαανα. 29καὶ οἱ κατάλοιποι τοῦ λαοῦ, οἱ ἱερεῖς, οἱ Λευῖται, οἱ πυλωροί, οἱ ᾄδοντες, οἱ ναθινιμ καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ θεοῦ, γυναῖκες αὐτῶν, υἱοὶ αὐτῶν, θυγατέρες αὐτῶν, πᾶς ὁ εἰδὼς καὶ συνίων, 30ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν, κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ θεοῦ, ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ θεοῦ, καὶ φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς κυρίου ἡμῶν καὶ κρίματα αὐτοῦ