1μὴ σπεῦδε ἐπὶ στόματί σου,
καὶ καρδία σου μὴ ταχυνάτω
τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ θεοῦ·
ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ, καὶ σὺ ἐπὶ τῆς γῆς,
ἐπὶ τούτῳ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι.
2ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει περισπασμοῦ
καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων.
3καθὼς ἂν εὔξῃ εὐχὴν τῷ θεῷ,
μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν·
ὅτι οὐκ ἔστιν θέλημα ἐν ἄφροσιν,
σὺν ὅσα ἐὰν εὔξῃ ἀπόδος.
4ἀγαθὸν τὸ μὴ εὔξασθαί σε
ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι.
5μὴ δῷς τὸ στόμα σου τοῦ ἐξαμαρτῆσαι τὴν σάρκα σου
καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ ὅτι Ἄγνοιά ἐστιν,
ἵνα μὴ ὀργισθῇ ὁ θεὸς ἐπὶ φωνῇ σου
καὶ διαφθείρῃ τὰ ποιήματα χειρῶν σου.
6ὅτι ἐν πλήθει ἐνυπνίων καὶ ματαιότητες καὶ λόγοι πολλοί·
ὅτι σὺν τὸν θεὸν φοβοῦ.
7Ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ,
μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι·
ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάξαι
καὶ ὑψηλοὶ ἐπ᾽ αὐτούς.
8καὶ περισσεία γῆς ἐν παντί ἐστι,
βασιλεὺς τοῦ ἀγροῦ εἰργασμένου.
9Ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου·
καὶ τίς ἠγάπησεν ἐν πλήθει αὐτῶν γένημα;
καί γε τοῦτο ματαιότης.
10ἐν πλήθει τῆς ἀγαθωσύνης ἐπληθύνθησαν ἔσθοντες αὐτήν·
καὶ τί ἀνδρεία τῷ παρ᾽ αὐτῆς
ὅτι ἀλλ᾽ ἢ τοῦ ὁρᾶν ὀφθαλμοῖς αὐτοῦ;
11γλυκὺς ὕπνος τοῦ δούλου,
εἰ ὀλίγον καὶ εἰ πολὺ φάγεται·
καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι
οὐκ ἔστιν ἀφίων αὐτὸν τοῦ ὑπνῶσαι.
12ἔστιν ἀρρωστία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον,
πλοῦτον φυλασσόμενον τῷ παρ᾽ αὐτοῦ εἰς κακίαν αὐτοῦ,
13καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ,
καὶ ἐγέννησεν υἱόν, καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν.
14καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός,
ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει
καὶ οὐδὲν οὐ λήμψεται ἐν μόχθῳ αὐτοῦ,
ἵνα πορευθῇ ἐν χειρὶ αὐτοῦ.
15καί γε τοῦτο πονηρὰ ἀρρωστία·
ὥσπερ γὰρ παρεγένετο, οὕτως καὶ ἀπελεύσεται,
καὶ τίς περισσεία αὐτῷ, ᾗ μοχθεῖ εἰς ἄνεμον;
16καί γε πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἐν σκότει καὶ πένθει
καὶ θυμῷ πολλῷ καὶ ἀρρωστίᾳ καὶ χόλῳ.
17Ἰδοὺ ὃ εἶδον ἐγὼ ἀγαθόν, ὅ ἐστιν καλόν,
τοῦ φαγεῖν καὶ τοῦ πιεῖν
καὶ τοῦ ἰδεῖν ἀγαθωσύνην
ἐν παντὶ μόχθῳ αὐτοῦ,
ᾧ ἐὰν μοχθῇ ὑπὸ τὸν ἥλιον
ἀριθμὸν ἡμερῶν ζωῆς αὐτοῦ,
ὧν ἔδωκεν αὐτῷ ὁ θεός·
ὅτι αὐτὸ μερὶς αὐτοῦ.
18καί γε πᾶς ὁ ἄνθρωπος, ᾧ ἔδωκεν αὐτῷ ὁ θεὸς
πλοῦτον καὶ ὑπάρχοντα καὶ ἐξουσίασεν αὐτὸν
τοῦ φαγεῖν ἀπ᾽ αὐτοῦ καὶ τοῦ λαβεῖν τὸ μέρος αὐτοῦ
καὶ τοῦ εὐφρανθῆναι ἐν μόχθῳ αὐτοῦ,
τοῦτο δόμα θεοῦ ἐστιν.
19ὅτι οὐ πολλὰ μνησθήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·
ὅτι ὁ θεὸς περισπᾷ αὐτὸν ἐν εὐφροσύνῃ καρδίας αὐτοῦ.