1Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαυιδ
βασιλέως Ισραηλ ἐν Ιερουσαλημ.
2Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστής,
ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.
3τίς περισσεία τῷ ἀνθρώπῳ
ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον;
4γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται,
καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν.
5καὶ ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος
καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει·
6ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον καὶ
κυκλοῖ πρὸς βορρᾶν·
κυκλοῖ κυκλῶν, πορεύεται τὸ πνεῦμα,
καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα.
7πάντες οἱ χείμαρροι, πορεύονται εἰς τὴν θάλασσαν,
καὶ ἡ θάλασσα οὐκ ἔσται ἐμπιμπλαμένη·
εἰς τόπον, οὗ οἱ χείμαρροι πορεύονται,
ἐκεῖ αὐτοὶ ἐπιστρέφουσιν τοῦ πορευθῆναι.
8πάντες οἱ λόγοι ἔγκοποι·
οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν,
καὶ οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾶν,
καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως.
9τί τὸ γεγονός, αὐτὸ τὸ γενησόμενον·
καὶ τί τὸ πεποιημένον, αὐτὸ τὸ ποιηθησόμενον·
καὶ οὐκ ἔστιν πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον.
10ὃς λαλήσει καὶ ἐρεῖ Ἰδὲ τοῦτο καινόν ἐστιν,
ἤδη γέγονεν ἐν τοῖς αἰῶσιν
τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν.
11οὐκ ἔστιν μνήμη τοῖς πρώτοις,
καί γε τοῖς ἐσχάτοις γενομένοις
οὐκ ἔσται αὐτοῖς μνήμη
μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην.
12Ἐγὼ Ἐκκλησιαστὴς ἐγενόμην
βασιλεὺς ἐπὶ Ισραηλ ἐν Ιερουσαλημ·
13καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι
καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ πάντων
τῶν γινομένων ὑπὸ τὸν οὐρανόν·
ὅτι περισπασμὸν πονηρὸν
ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τοῦ ἀνθρώπου
τοῦ περισπᾶσθαι ἐν αὐτῷ.
14εἶδον σὺν πάντα τὰ ποιήματα
τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον,
καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος.
15διεστραμμένον οὐ δυνήσεται τοῦ ἐπικοσμηθῆναι,
καὶ ὑστέρημα οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι.
16ἐλάλησα ἐγὼ ἐν καρδίᾳ μου τῷ λέγειν
Ἐγὼ ἰδοὺ ἐμεγαλύνθην
καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν,
οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ιερουσαλημ,
καὶ καρδία μου εἶδεν πολλά, σοφίαν καὶ γνῶσιν.
17καὶ ἔδωκα καρδίαν μου τοῦ γνῶναι σοφίαν καὶ γνῶσιν,
παραβολὰς καὶ ἐπιστήμην ἔγνων,
ὅτι καί γε τοῦτ᾽ ἔστιν προαίρεσις πνεύματος·
18ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως,
καὶ ὁ προστιθεὶς γνῶσιν προσθήσει ἄλγημα.