1Ἐν τῷ ἐνιαυτῷ τῷ πρώτῳ Κύρου τοῦ βασιλέως Περσῶν πρόσταγμα ἐδείχθη τῷ Δανιηλ, ὃς ἐπεκλήθη τὸ ὄνομα Βαλτασαρ, καὶ ἀληθὲς τὸ ὅραμα καὶ τὸ πρόσταγμα, καὶ τὸ πλῆθος τὸ ἰσχυρὸν διανοηθήσεται τὸ πρόσταγμα, καὶ διενοήθην αὐτὸ ἐν ὁράματι. 2ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιηλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας· 3ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, ἔλαιον οὐκ ἠλειψάμην ἕως τοῦ συντελέσαι με τὰς τρεῖς ἑβδομάδας τῶν ἡμερῶν. 4καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ πρώτου, καὶ ἐγὼ ἤμην ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ τοῦ μεγάλου, ὅς ἐστι Τίγρης, 5καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἄνθρωπος εἷς ἐνδεδυμένος βύσσινα καὶ τὴν ὀσφὺν περιεζωσμένος βυσσίνῳ, καὶ ἐκ μέσου αὐτοῦ φῶς, 6καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσις, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ οἱ πόδες ὡσεὶ χαλκὸς ἐξαστράπτων, καὶ φωνὴ λαλιᾶς αὐτοῦ ὡσεὶ φωνὴ θορύβου. 7καὶ εἶδον ἐγὼ Δανιηλ τὴν ὅρασιν τὴν μεγάλην ταύτην, καὶ οἱ ἄνθρωποι οἱ ὄντες μετ᾽ ἐμοῦ οὐκ εἴδοσαν τὴν ὅρασιν ταύτην, καὶ φόβος ἰσχυρὸς ἐπέπεσεν ἐπ᾽ αὐτούς, καὶ ἀπέδρασαν ἐν σπουδῇ· 8καὶ ἐγὼ κατελείφθην μόνος καὶ εἶδον τὴν ὅρασιν τὴν μεγάλην ταύτην, καὶ οὐκ ἐγκατελείφθη ἐν ἐμοὶ ἰσχύς, καὶ ἰδοὺ πνεῦμα ἐπεστράφη ἐπ᾽ ἐμὲ εἰς φθοράν, καὶ οὐ κατίσχυσα. 9καὶ οὐκ ἤκουσα τὴν φωνὴν λαλιᾶς αὐτοῦ, ἐγὼ ἤμην πεπτωκὼς ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν. 10καὶ ἰδοὺ χεῖρα προσήγαγέ μοι καὶ ἤγειρέ με ἐπὶ τῶν γονάτων ἐπὶ τὰ ἴχνη τῶν ποδῶν μου. 11καὶ εἶπέν μοι Δανιηλ, ἄνθρωπος ἐλεεινὸς εἶ· διανοήθητι τοῖς προστάγμασιν, οἷς ἐγὼ λαλῶ ἐπὶ σέ, καὶ στῆθι ἐπὶ τοῦ τόπου σου, ἄρτι γὰρ ἀπεστάλην ἐπὶ σέ. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ᾽ ἐμοῦ τὸ πρόσταγμα τοῦτο ἔστην τρέμων. 12καὶ εἶπεν πρός με Μὴ φοβοῦ, Δανιηλ· ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης, ἧς ἔδωκας τὸ πρόσωπόν σου διανοηθῆναι καὶ ταπεινωθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ σου, εἰσηκούσθη τὸ ῥῆμά σου, καὶ ἐγὼ εἰσῆλθον ἐν τῷ ῥήματί σου. 13καὶ ὁ στρατηγὸς βασιλέως Περσῶν ἀνθειστήκει ἐναντίον μου εἴκοσι καὶ μίαν ἡμέραν, καὶ ἰδοὺ Μιχαηλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἐπῆλθε βοηθῆσαί μοι, καὶ αὐτὸν ἐκεῖ κατέλιπον μετὰ τοῦ στρατηγοῦ τοῦ βασιλέως Περσῶν. 14καὶ εἶπέν μοι Ἦλθον ὑποδεῖξαί σοι τί ὑπαντήσεται τῷ λαῷ σου ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν, ἔτι γὰρ ὅρασις εἰς ἡμέρας. 15καὶ ἐν τῷ αὐτὸν λαλῆσαι μετ᾽ ἐμοῦ τὰ προστάγματα ταῦτα ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ ἐσιώπησα. 16καὶ ἰδοὺ ὡς ὁμοίωσις χειρὸς ἀνθρώπου ἥψατό μου τῶν χειλέων· καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἶπα τῷ ἑστηκότι ἀπέναντί μου Κύριε, καὶ ὡς ὅρασις ἐπεστράφη ἐπὶ τὸ πλευρόν μου ἐπ᾽ ἐμέ, καὶ οὐκ ἦν ἐν ἐμοὶ ἰσχύς· 17καὶ πῶς δυνήσεται ὁ παῖς λαλῆσαι μετὰ τοῦ κυρίου αὐτοῦ; καὶ ἐγὼ ἠσθένησα, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ ἰσχύς, καὶ πνεῦμα οὐ κατελείφθη ἐν ἐμοί. 18καὶ προσέθηκε καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ κατίσχυσέ με 19καὶ εἶπέ μοι Ἄνθρωπος ἐλεεινὸς εἶ, μὴ φοβοῦ, ὑγίαινε· ἀνδρίζου καὶ ἴσχυε. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ᾽ ἐμοῦ ἴσχυσα καὶ εἶπα Λαλησάτω ὁ κύριός μου, ὅτι ἐνίσχυσέ με. 20καὶ εἶπεν πρός με Γινώσκεις τί ἦλθον πρὸς σέ; καὶ νῦν ἐπιστρέψω διαμάχεσθαι μετὰ τοῦ στρατηγοῦ βασιλέως τῶν Περσῶν· καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ἰδοὺ στρατηγὸς Ἑλλήνων εἰσεπορεύετο. 21καὶ μάλα ὑποδείξω σοι τὰ πρῶτα ἐν ἀπογραφῇ ἀληθείας, καὶ οὐθεὶς ἦν ὁ βοηθῶν μετ᾽ ἐμοῦ ὑπὲρ τούτων ἀλλ᾽ ἢ Μιχαηλ ὁ ἄγγελος·