MACHABAEORUM IV 10
1Καὶ τούτου τὸν ἀοίδιμον θάνατον καρτερήσαντος ὁ τρίτος ἤγετο παρακαλούμενος πολλὰ ὑπὸ πολλῶν ὅπως ἀπογευσάμενος σῴζοιτο. 2ὁ δὲ ἀναβοήσας ἔφη Ἀγνοεῖτε ὅτι αὐτός με τοῖς ἀποθανοῦσιν ἔσπειρεν πατήρ, καὶ ἡ αὐτὴ μήτηρ ἐγέννησεν, καὶ ἐπὶ τοῖς αὐτοῖς ἀνετράφην δόγμασιν; 3οὐκ ἐξόμνυμαι τὴν εὐγενῆ τῆς ἀδελφότητος συγγένειαν. 5οἱ δὲ πικρῶς ἐνέγκαντες τὴν παρρησίαν τοῦ ἀνδρὸς ἀρθρεμβόλοις ὀργάνοις τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας ἐξήρθρουν καὶ ἐξ ἁρμῶν ἀναμοχλεύοντες ἐξεμέλιζον, 6τοὺς δακτύλους καὶ τοὺς βραχίονας καὶ τὰ σκέλη καὶ τοὺς ἀγκῶνας περιέκλων. 7καὶ κατὰ μηδένα τρόπον ἰσχύοντες αὐτὸν ἄγξαι περιλύσαντες τὰ ὄργανα σὺν ἄκραις ταῖς τῶν δακτύλων κορυφαῖς ἀπεσκύθιζον. 8καὶ εὐθέως ἦγον ἐπὶ τὸν τροχόν, περὶ ὃν ἐκ σπονδύλων ἐκμελιζόμενος ἑώρα τὰς ἑαυτοῦ σάρκας περιλακιζομένας καὶ κατὰ σπλάγχνων σταγόνας αἵματος ἀπορρεούσας. 9μέλλων δὲ ἀποθνῄσκειν ἔφη 10Ἡμεῖς μέν, ὦ μιαρώτατε τύραννε, διὰ παιδείαν καὶ ἀρετὴν θεοῦ ταῦτα πάσχομεν· 11σὺ δὲ διὰ τὴν ἀσέβειαν καὶ μιαιφονίαν ἀκαταλύτους καρτερήσεις βασάνους.
12Καὶ τούτου θανόντος ἀδελφοπρεπῶς τὸν τέταρτον ἐπεσπῶντο λέγοντες 13Μὴ μανῇς καὶ σὺ τοῖς ἀδελφοῖς σου τὴν αὐτὴν μανίαν, ἀλλὰ πεισθεὶς τῷ βασιλεῖ σῷζε σεαυτόν. 14ὁ δὲ αὐτοῖς ἔφη Οὐχ οὕτως καυστικώτερον ἔχετε κατ᾽ ἐμοῦ τὸ πῦρ ὥστε με δειλανδρῆσαι. 15μὰ τὸν μακάριον τῶν ἀδελφῶν μου θάνατον καὶ τὸν αἰώνιον τοῦ τυράννου ὄλεθρον καὶ τὸν ἀΐδιον τῶν εὐσεβῶν βίον, οὐκ ἀρνήσομαι τὴν εὐγενῆ ἀδελφότητα. 16ἐπινόει, τύραννε, βασάνους, ἵνα καὶ δι᾽ αὐτῶν μάθῃς ὅτι ἀδελφός εἰμι τῶν προβασανισθέντων. 17ταῦτα ἀκούσας ὁ αἱμοβόρος καὶ φονώδης καὶ παμμιαρώτατος Ἀντίοχος ἐκέλευσεν τὴν γλῶτταν αὐτοῦ ἐκτεμεῖν. 18ὁ δὲ ἔφη Κἂν ἀφέλῃς τὸ τῆς φωνῆς ὄργανον, καὶ σιωπώντων ἀκούει ὁ θεός· 19ἰδοὺ προκεχάλασται ἡ γλῶσσα, τέμνε, οὐ γὰρ παρὰ τοῦτο τὸν λογισμὸν ἡμῶν γλωττοτομήσεις. 20ἡδέως ὑπὲρ τοῦ θεοῦ τὰ τοῦ σώματος μέλη ἀκρωτηριαζόμεθα. 21σὲ δὲ ταχέως μετελεύσεται ὁ θεός, τὴν γὰρ τῶν θείων ὕμνων μελῳδὸν γλῶτταν ἐκτέμνεις.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart