PARALIPOMENON II 18
1Καὶ ἐγενήθη τῷ Ιωσαφατ ἔτι πλοῦτος καὶ δόξα πολλή, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Αχααβ. 2καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Αχααβ εἰς Σαμάρειαν, καὶ ἔθυσεν αὐτῷ Αχααβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ᾽ αὐτοῦ καὶ ἠπάτα αὐτὸν τοῦ συναναβῆναι μετ᾽ αὐτοῦ εἰς Ραμωθ τῆς Γαλααδίτιδος. 3καὶ εἶπεν Αχααβ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα Πορεύσῃ μετ᾽ ἐμοῦ εἰς Ραμωθ τῆς Γαλααδίτιδος; καὶ εἶπεν αὐτῷ Ὡς ἐγώ, οὕτως καὶ σύ· ὡς ὁ λαός σου, καὶ ὁ λαός μου μετὰ σοῦ εἰς πόλεμον. 4καὶ εἶπεν Ιωσαφατ πρὸς βασιλέα Ισραηλ Ζήτησον δὴ σήμερον τὸν κύριον. 5καὶ συνήγαγεν ὁ βασιλεὺς Ισραηλ τοὺς προφήτας, τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς Εἰ πορευθῶ εἰς Ραμωθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπαν Ἀνάβαινε, καὶ δώσει ὁ θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως. 6καὶ εἶπεν Ιωσαφατ Οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ᾽ αὐτοῦ; 7καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Ἔτι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν κύριον δι᾽ αὐτοῦ, καὶ ἐγὼ ἐμίσησα αὐτόν, ὅτι οὐκ ἔστιν προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθά, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακά, οὗτος Μιχαιας υἱὸς Ιεμλα. καὶ εἶπεν Ιωσαφατ Μὴ λαλείτω ὁ βασιλεὺς οὕτως. 8καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ εὐνοῦχον ἕνα καὶ εἶπεν Τάχος Μιχαιαν υἱὸν Ιεμλα. 9καὶ βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολὰς καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐναντίον αὐτῶν. 10καὶ ἐποίησεν ἑαυτῷ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρᾶ καὶ εἶπεν Τάδε λέγει κύριος Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν, ἕως ἂν συντελεσθῇ. 11καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες Ἀνάβαινε εἰς Ραμωθ Γαλααδ καὶ εὐοδωθήσῃ, καὶ δώσει κύριος εἰς χεῖρας τοῦ βασιλέως. 12καὶ ὁ ἄγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν Μιχαιαν ἐλάλησεν αὐτῷ λέγων Ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως, καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν, καὶ λαλήσεις ἀγαθά. 13καὶ εἶπεν Μιχαιας Ζῇ κύριος ὅτι ὃ ἐὰν εἴπῃ ὁ θεὸς πρός με, αὐτὸ λαλήσω. 14καὶ ἦλθεν πρὸς τὸν βασιλέα, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Μιχαια, εἰ πορευθῶ εἰς Ραμωθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπεν Ἀνάβαινε καὶ εὐοδώσεις, καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν. 15καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήσῃς πρός με πλὴν ἀλήθειαν ἐν ὀνόματι κυρίου; 16καὶ εἶπεν Εἶδον τὸν Ισραηλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα οἷς οὐκ ἔστιν ποιμήν, καὶ εἶπεν κύριος Οὐκ ἔχουσιν ἡγούμενον, ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ. 17καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Οὐκ εἶπά σοι ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθά, ἀλλ᾽ ἢ κακά; 18καὶ εἶπεν Οὐχ οὕτως, ἀκούσατε λόγον κυρίου· εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ. 19καὶ εἶπεν κύριος Τίς ἀπατήσει τὸν Αχααβ βασιλέα Ισραηλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ραμωθ Γαλααδ; καὶ εἶπεν οὗτος οὕτως, καὶ οὗτος εἶπεν οὕτως. 20καὶ ἐξῆλθεν τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν Ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπεν κύριος Ἐν τίνι; 21καὶ εἶπεν Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν Ἀπατήσεις καὶ δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτως. 22καὶ νῦν ἰδοὺ ἔδωκεν κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ κύριος ἐλάλησεν ἐπὶ σὲ κακά. 23καὶ ἤγγισεν Σεδεκιας υἱὸς Χανανα καὶ ἐπάταξεν τὸν Μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ Ποίᾳ τῇ ὁδῷ παρῆλθεν πνεῦμα κυρίου παρ᾽ ἐμοῦ τοῦ λαλῆσαι πρὸς σέ; 24καὶ εἶπεν Μιχαιας Ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ εἰσελεύσῃ ταμιεῖον ἐκ ταμιείου τοῦ κατακρυβῆναι. 25καὶ εἶπεν βασιλεὺς Ισραηλ Λάβετε τὸν Μιχαιαν καὶ ἀποστρέψατε πρὸς Εμηρ ἄρχοντα τῆς πόλεως καὶ πρὸς Ιωας ἄρχοντα υἱὸν τοῦ βασιλέως 26καὶ ἐρεῖς Οὕτως εἶπεν ὁ βασιλεύς Ἀπόθεσθε τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ. 27καὶ εἶπεν Μιχαιας Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησεν κύριος ἐν ἐμοί· ἀκούσατε λαοὶ πάντες.
28Καὶ ἀνέβη βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα εἰς Ραμωθ Γαλααδ. 29καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Κατακαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ισραηλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον. 30καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσιν τῶν ἁρμάτων τοῖς μετ᾽ αὐτοῦ λέγων Μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν, ἀλλ᾽ ἢ τὸν βασιλέα Ισραηλ μόνον. 31καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ιωσαφατ, καὶ αὐτοὶ εἶπαν Βασιλεὺς Ισραηλ ἐστίν, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν· καὶ ἐβόησεν Ιωσαφατ, καὶ κύριος ἔσωσεν αὐτόν, καὶ ἀπέστρεψεν αὐτοὺς ὁ θεὸς ἀπ᾽ αὐτοῦ. 32καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς Ισραηλ, καὶ ἀπέστρεψαν ἀπ᾽ αὐτοῦ. 33καὶ ἀνὴρ ἐνέτεινεν τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος. καὶ εἶπεν τῷ ἡνιόχῳ Ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι ἐπόνεσα. 34καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς Ισραηλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἕως ἑσπέρας ἐξ ἐναντίας Συρίας καὶ ἀπέθανεν δύνοντος τοῦ ἡλίου.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart