REGNORUM III 16
1καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Ιου υἱοῦ Ανανι πρὸς Βαασα 2Ἀνθ᾽ ὧν ὕψωσά σε ἀπὸ τῆς γῆς καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ ἐπορεύθης ἐν τῇ ὁδῷ Ιεροβοαμ καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ισραηλ τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν, 3ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασα καὶ ὄπισθεν τοῦ οἴκου αὐτοῦ καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ· 4τὸν τεθνηκότα τοῦ Βαασα ἐν τῇ πόλει, καταφάγονται αὐτὸν οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ, καταφάγονται αὐτὸν τὰ πετεινὰ τοῦ οὐρανοῦ. — 5καὶ τὰ λοιπὰ τῶν λόγων Βαασα καὶ πάντα, ἃ ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ; 6καὶ ἐκοιμήθη Βαασα μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Θερσα, καὶ βασιλεύει Ηλα υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ ἐν τῷ εἰκοστῷ ἔτει βασιλέως Ασα. 7καὶ ἐν χειρὶ Ιου υἱοῦ Ανανι ἐλάλησεν κύριος ἐπὶ Βαασα καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν ἐνώπιον κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ, τοῦ εἶναι κατὰ τὸν οἶκον Ιεροβοαμ καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν.8Καὶ Ηλα υἱὸς Βαασα ἐβασίλευσεν ἐπὶ Ισραηλ δύο ἔτη ἐν Θερσα. 9καὶ συνέστρεψεν ἐπ᾽ αὐτὸν Ζαμβρι ὁ ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερσα πίνων μεθύων ἐν τῷ οἴκῳ Ωσα τοῦ οἰκονόμου ἐν Θερσα· 10καὶ εἰσῆλθεν Ζαμβρι καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ. 11καὶ ἐγενήθη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασα 12κατὰ τὸ ῥῆμα, ὃ ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον Βαασα πρὸς Ιου τὸν προφήτην 13περὶ πασῶν τῶν ἁμαρτιῶν Βαασα καὶ Ηλα τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ισραηλ τοῦ παροργίσαι κύριον τὸν θεὸν Ισραηλ ἐν τοῖς ματαίοις αὐτῶν. 14καὶ τὰ λοιπὰ τῶν λόγων Ηλα καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ;
15Καὶ Ζαμβρι ἐβασίλευσεν ἑπτὰ ἡμέρας ἐν Θερσα. καὶ ἡ παρεμβολὴ Ισραηλ ἐπὶ Γαβαθων τὴν τῶν ἀλλοφύλων, 16καὶ ἤκουσεν ὁ λαὸς ἐν τῇ παρεμβολῇ λεγόντων Συνεστράφη Ζαμβρι καὶ ἔπαισεν τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν Ισραηλ τὸν Αμβρι τὸν ἡγούμενον τῆς στρατιᾶς ἐπὶ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ. 17καὶ ἀνέβη Αμβρι καὶ πᾶς Ισραηλ μετ᾽ αὐτοῦ ἐκ Γαβαθων καὶ περιεκάθισαν ἐπὶ Θερσα. 18καὶ ἐγενήθη ὡς εἶδεν Ζαμβρι ὅτι προκατείλημπται αὐτοῦ ἡ πόλις, καὶ εἰσπορεύεται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως καὶ ἐνεπύρισεν ἐπ᾽ αὐτὸν τὸν οἶκον τοῦ βασιλέως ἐν πυρὶ καὶ ἀπέθανεν 19ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ, ὧν ἐποίησεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου πορευθῆναι ἐν ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ισραηλ. 20καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρι καὶ τὰς συνάψεις αὐτοῦ, ἃς συνῆψεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ;
21Τότε μερίζεται ὁ λαὸς Ισραηλ· ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Θαμνι υἱοῦ Γωναθ τοῦ βασιλεῦσαι αὐτόν, καὶ τὸ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Αμβρι. 22ὁ λαὸς ὁ ὢν ὀπίσω Αμβρι ὑπερεκράτησεν τὸν λαὸν τὸν ὀπίσω Θαμνι υἱοῦ Γωναθ, καὶ ἀπέθανεν Θαμνι καὶ Ιωραμ ὁ ἀδελφὸς αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐβασίλευσεν Αμβρι μετὰ Θαμνι. 23ἐν τῷ ἔτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως Ασα βασιλεύει Αμβρι ἐπὶ Ισραηλ δώδεκα ἔτη. ἐν Θερσα βασιλεύει ἓξ ἔτη· 24καὶ ἐκτήσατο Αμβρι τὸ ὄρος τὸ Σεμερων παρὰ Σεμηρ τοῦ κυρίου τοῦ ὄρους δύο ταλάντων ἀργυρίου καὶ ᾠκοδόμησεν τὸ ὄρος καὶ ἐπεκάλεσεν τὸ ὄνομα τοῦ ὄρους, οὗ ᾠκοδόμεσεν, ἐπὶ τῷ ὀνόματι Σεμηρ τοῦ κυρίου τοῦ ὄρους Σαεμηρων. 25καὶ ἐποίησεν Αμβρι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ· 26καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτεν τὸν Ισραηλ τοῦ παροργίσαι τὸν κύριον θεὸν Ισραηλ ἐν τοῖς ματαίοις αὐτῶν. 27καὶ τὰ λοιπὰ τῶν λόγων Αμβρι καὶ πάντα, ἃ ἐποίησεν, καὶ ἡ δυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ; 28καὶ ἐκοιμήθη Αμβρι μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Σαμαρείᾳ, καὶ βασιλεύει Αχααβ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
28aΚαὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ τοῦ Αμβρι βασιλεύει Ιωσαφατ υἱὸς Ασα ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαζουβα θυγάτηρ Σελεϊ. 28bκαὶ ἐπορεύθη ἐν τῇ ὁδῷ Ασα τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν ἀπ᾽ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆραν, ἔθυον ἐν τοῖς ὑψηλοῖς καὶ ἐθυμίων. 28cκαὶ ἃ συνέθετο Ιωσαφατ, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, ἣν ἐποίησεν, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ιουδα; 28dκαὶ τὰ λοιπὰ τῶν συμπλοκῶν, ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις Ασα τοῦ πατρὸς αὐτοῦ, ἐξῆρεν ἀπὸ τῆς γῆς. 28eκαὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ νασιβ. 28fκαὶ ὁ βασιλεὺς Ιωσαφατ ἐποίησεν ναῦν εἰς Θαρσις πορεύεσθαι εἰς Σωφιρ ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιωνγαβερ. 28gτότε εἶπεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηί· καὶ οὐκ ἐβούλετο Ιωσαφατ. 28hκαὶ ἐκοιμήθη Ιωσαφατ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
29Ἐν ἔτει δευτέρῳ τῷ Ιωσαφατ βασιλεύει Αχααβ υἱὸς Αμβρι· ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη. 30καὶ ἐποίησεν Αχααβ τὸ πονηρὸν ἐνώπιον κυρίου, ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ· 31καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ιεροβοαμ υἱοῦ Ναβατ, καὶ ἔλαβεν γυναῖκα τὴν Ιεζαβελ θυγατέρα Ιεθεβααλ βασιλέως Σιδωνίων καὶ ἐπορεύθη καὶ ἐδούλευσεν τῷ Βααλ καὶ προσεκύνησεν αὐτῷ. 32καὶ ἔστησεν θυσιαστήριον τῷ Βααλ ἐν οἴκῳ τῶν προσοχθισμάτων αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ, 33καὶ ἐποίησεν Αχααβ ἄλσος, καὶ προσέθηκεν Αχααβ τοῦ ποιῆσαι παροργίσματα τοῦ παροργίσαι τὴν ψυχὴν αὐτοῦ τοῦ ἐξολεθρευθῆναι· ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς Ισραηλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ. — 34ἐν ταῖς ἡμέραις αὐτοῦ ᾠκοδόμησεν Αχιηλ ὁ Βαιθηλίτης τὴν Ιεριχω· ἐν τῷ Αβιρων τῷ πρωτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτὴν καὶ τῷ Σεγουβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησεν θύρας αὐτῆς κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ιησου υἱοῦ Ναυη.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart