1Υἱοὶ Λευι· Γεδσων, Κααθ καὶ Μεραρι. 2καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσων· Λοβενι καὶ Σεμεϊ. 3υἱοὶ Κααθ· Αμβραμ καὶ Ισσααρ, Χεβρων καὶ Οζιηλ. 4υἱοὶ Μεραρι· Μοολι καὶ Ομουσι. — καὶ αὗται αἱ πατριαὶ τοῦ Λευι κατὰ πατριὰς αὐτῶν· 5τῷ Γεδσων· τῷ Λοβενι υἱῷ αὐτοῦ Ιεεθ υἱὸς αὐτοῦ, Ζεμμα υἱὸς αὐτοῦ, 6Ιωαχ υἱὸς αὐτοῦ, Αδδι υἱὸς αὐτοῦ, Ζαρα υἱὸς αὐτοῦ, Ιεθρι υἱὸς αὐτοῦ. — 7υἱοὶ Κααθ· Αμιναδαβ υἱὸς αὐτοῦ, Κορε υἱὸς αὐτοῦ, Ασιρ υἱὸς αὐτοῦ, 8Ελκανα υἱὸς αὐτοῦ, καὶ Αβιασαφ υἱὸς αὐτοῦ, Ασιρ υἱὸς αὐτοῦ, 9Θααθ υἱὸς αὐτοῦ, Ουριηλ υἱὸς αὐτοῦ, Οζια υἱὸς αὐτοῦ, Σαουλ υἱὸς αὐτοῦ. 10καὶ υἱοὶ Ελκανα· Αμασι καὶ Αχιμωθ, 11Ελκανα υἱὸς αὐτοῦ, Σουφι υἱὸς αὐτοῦ καὶ Νααθ υἱὸς αὐτοῦ, 12Ελιαβ υἱὸς αὐτοῦ, Ιδαερ υἱὸς αὐτοῦ, Ελκανα υἱὸς αὐτοῦ. 13υἱοὶ Σαμουηλ· ὁ πρωτότοκος Σανι καὶ Αβια. — 14υἱοὶ Μεραρι· Μοολι, Λοβενι υἱὸς αὐτοῦ, Σεμεϊ υἱὸς αὐτοῦ, Οζα υἱὸς αὐτοῦ, 15Σομεα υἱὸς αὐτοῦ, Αγγια υἱὸς αὐτοῦ, Ασαια υἱὸς αὐτοῦ.
16Καὶ οὗτοι οὓς κατέστησεν Δαυιδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ, 17καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς οἴκου μαρτυρίου ἐν ὀργάνοις, ἕως οὗ ᾠκοδόμησεν Σαλωμων τὸν οἶκον κυρίου ἐν Ιερουσαλημ, καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν. 18καὶ οὗτοι οἱ ἑστηκότες καὶ οἱ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Κααθ· Αιμαν ὁ ψαλτῳδὸς υἱὸς Ιωηλ υἱοῦ Σαμουηλ 19υἱοῦ Ελκανα υἱοῦ Ηδαδ υἱοῦ Ελιηλ υἱοῦ Θιε 20υἱοῦ Σουφ υἱοῦ Ελκανα υἱοῦ Μεθ υἱοῦ Αμασιου 21υἱοῦ Ελκανα υἱοῦ Ιωηλ υἱοῦ Αζαρια υἱοῦ Σαφανια 22υἱοῦ Θααθ υἱοῦ Ασιρ υἱοῦ Αβιασαφ υἱοῦ Κορε 23υἱοῦ Ισσααρ υἱοῦ Κααθ υἱοῦ Λευι υἱοῦ Ισραηλ. — 24καὶ ἀδελφὸς αὐτοῦ Ασαφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· Ασαφ υἱὸς Βαραχια υἱοῦ Σαμαα 25υἱοῦ Μιχαηλ υἱοῦ Μαασια υἱοῦ Μελχια 26υἱοῦ Αθανι υἱοῦ Ζαραι υἱοῦ Αδια 27υἱοῦ Αιθαν υἱοῦ Ζαμμα υἱοῦ Σεμεϊ 28υἱοῦ Ηχα υἱοῦ Γεδσων υἱοῦ Λευι. — 29καὶ υἱοὶ Μεραρι ἀδελφοῦ αὐτῶν ἐξ ἀριστερῶν· Αιθαν υἱὸς Κισαι υἱοῦ Αβδι υἱοῦ Μαλωχ 30υἱοῦ Ασεβι υἱοῦ Αμεσσια υἱοῦ Χελκιου 31υἱοῦ Αμασαι υἱοῦ Βανι υἱοῦ Σεμμηρ 32υἱοῦ Μοολι υἱοῦ Μουσι υἱοῦ Μεραρι υἱοῦ Λευι.
33Καὶ ἀδελφοὶ αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν οἱ Λευῖται δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ θεοῦ. 34καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ Ισραηλ κατὰ πάντα, ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ θεοῦ. — 35καὶ οὗτοι υἱοὶ Ααρων· Ελεαζαρ υἱὸς αὐτοῦ. Φινεες υἱὸς αὐτοῦ, Αβισου υἱὸς αὐτοῦ, 36Βωκαι υἱὸς αὐτοῦ, Οζι υἱὸς αὐτοῦ, Ζαραια υἱὸς αὐτοῦ, 37Μαριηλ υἱὸς αὐτοῦ, Αμαρια υἱὸς αὐτοῦ, Αχιτωβ υἱὸς αὐτοῦ, 38Σαδωκ υἱὸς αὐτοῦ, Αχιμαας υἱὸς αὐτοῦ.
39Καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν ἐν τοῖς ὁρίοις αὐτῶν· τοῖς υἱοῖς Ααρων τῇ πατριᾷ τοῦ Κααθι — ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος — 40καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρων ἐν γῇ Ιουδα καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς· 41καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλεβ υἱῷ Ιεφοννη. 42καὶ τοῖς υἱοῖς Ααρων ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Χεβρων καὶ τὴν Λοβνα καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Σελνα καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Εσθαμω καὶ τὰ περισπόρια αὐτῆς 43καὶ τὴν Ιεθθαρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβιρ καὶ τὰ περισπόρια αὐτῆς 44καὶ τὴν Ασαν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ατταν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βασαμυς καὶ τὰ περισπόρια αὐτῆς 45καὶ ἐκ φυλῆς Βενιαμιν τὴν Γαβεε καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γαλεμεθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Αγχωχ καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν.
46Καὶ τοῖς υἱοῖς Κααθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασση κλήρῳ πόλεις δέκα. — 47καὶ τοῖς υἱοῖς Γεδσων κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ισσαχαρ, ἐκ φυλῆς Ασηρ, ἐκ φυλῆς Νεφθαλι, ἐκ φυλῆς Μανασση ἐν τῇ Βασαν πόλεις τρισκαίδεκα. — 48καὶ τοῖς υἱοῖς Μεραρι κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ρουβην, ἐκ φυλῆς Γαδ, ἐκ φυλῆς Ζαβουλων κλήρῳ πόλεις δέκα δύο.
49Καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν· 50καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν Ιουδα καὶ ἐκ φυλῆς υἱῶν Συμεων τὰς πόλεις ταύτας, ἃς ἐκάλεσεν αὐτὰς ἐπ᾽ ὀνόματος. — 51καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Κααθ καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς Εφραιμ. 52καὶ ἔδωκαν αὐτῷ τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Συχεμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει Εφραιμ καὶ τὴν Γαζερ καὶ τὰ περισπόρια αὐτῆς 53καὶ τὴν Ιεκμααμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βαιθωρων καὶ τὰ περισπόρια αὐτῆς 54καὶ τὴν Εγλαμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γεθρεμμων καὶ τὰ περισπόρια αὐτῆς 55καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση τὴν Αναρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιεβλααμ καὶ τὰ περισπόρια αὐτῆς κατὰ πατριὰν τοῖς υἱοῖς Κααθ τοῖς καταλοίποις. — 56τοῖς υἱοῖς Γεδσων ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασση τὴν Γωλαν ἐκ τῆς Βασαν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ασηρωθ καὶ τὰ περισπόρια αὐτῆς 57καὶ ἐκ φυλῆς Ισσαχαρ τὴν Κεδες καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δεβερι καὶ τὰ περισπόρια αὐτῆς 58καὶ τὴν Δαβωρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Αναμ καὶ τὰ περισπόρια αὐτῆς 59καὶ ἐκ φυλῆς Ασηρ τὴν Μασαλ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Αβαραν καὶ τὰ περισπόρια αὐτῆς 60καὶ τὴν Ικακ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ροωβ καὶ τὰ περισπόρια αὐτῆς 61καὶ ἀπὸ φυλῆς Νεφθαλι τὴν Κεδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Χαμωθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καριαθαιμ καὶ τὰ περισπόρια αὐτῆς. — 62τοῖς υἱοῖς Μεραρι τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλων τὴν Ρεμμων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Θαχχια καὶ τὰ περισπόρια αὐτῆς 63καὶ ἐκ τοῦ πέραν τοῦ Ιορδάνου Ιεριχω κατὰ δυσμὰς τοῦ Ιορδάνου ἐκ φυλῆς Ρουβην τὴν Βοσορ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιασα καὶ τὰ περισπόρια αὐτῆς 64καὶ τὴν Καδημωθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μωφααθ καὶ τὰ περισπόρια αὐτῆς 65καὶ ἐκ φυλῆς Γαδ τὴν Ραμωθ Γαλααδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μααναιμ καὶ τὰ περισπόρια αὐτῆς 66καὶ τὴν Εσεβων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιαζηρ καὶ τὰ περισπόρια αὐτῆς.