PARALIPOMENON I 3
1Καὶ οὗτοι ἦσαν υἱοὶ Δαυιδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρων· ὁ πρωτότοκος Αμνων τῇ Αχινααμ τῇ Ιεζραηλίτιδι, ὁ δεύτερος Δανιηλ τῇ Αβιγαια τῇ Καρμηλίᾳ, 2ὁ τρίτος Αβεσσαλωμ υἱὸς Μωχα θυγατρὸς Θολμαι βασιλέως Γεδσουρ, ὁ τέταρτος Αδωνια υἱὸς Αγγιθ, 3ὁ πέμπτος Σαφατια τῆς Αβιταλ, ὁ ἕκτος Ιεθρααμ τῇ Αγλα γυναικὶ αὐτοῦ. 4ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρων, καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον. καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, 5καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν Ιερουσαλημ· Σαμαα, Σωβαβ, Ναθαν καὶ Σαλωμων, τέσσαρες τῇ Βηρσαβεε θυγατρὶ Αμιηλ, 6καὶ Ιβααρ καὶ Ελισαμα καὶ Ελιφαλετ 7καὶ Ναγε καὶ Ναφαγ καὶ Ιανουε 8καὶ Ελισαμα καὶ Ελιαδα καὶ Ελιφαλετ, ἐννέα. 9πάντες υἱοὶ Δαυιδ πλὴν τῶν υἱῶν τῶν παλλακῶν, καὶ Θημαρ ἀδελφὴ αὐτῶν.
10Υἱοὶ Σαλωμων· Ροβοαμ, Αβια υἱὸς αὐτοῦ, Ασα υἱὸς αὐτοῦ, Ιωσαφατ υἱὸς αὐτοῦ, 11Ιωραμ υἱὸς αὐτοῦ, Οχοζια υἱὸς αὐτοῦ, Ιωας υἱὸς αὐτοῦ, 12Αμασιας υἱὸς αὐτοῦ, Αζαρια υἱὸς αὐτοῦ, Ιωαθαν υἱὸς αὐτοῦ, 13Αχαζ υἱὸς αὐτοῦ, Εζεκιας υἱὸς αὐτοῦ, Μανασσης υἱὸς αὐτοῦ, 14Αμων υἱὸς αὐτοῦ, Ιωσια υἱὸς αὐτοῦ. 15καὶ υἱοὶ Ιωσια· πρωτότοκος Ιωαναν, ὁ δεύτερος Ιωακιμ, ὁ τρίτος Σεδεκια, ὁ τέταρτος Σαλουμ. 16καὶ υἱοὶ Ιωακιμ· Ιεχονιας υἱὸς αὐτοῦ, Σεδεκιας υἱὸς αὐτοῦ. 17καὶ υἱοὶ Ιεχονια-ασιρ· Σαλαθιηλ υἱὸς αὐτοῦ, 18Μελχιραμ καὶ Φαδαιας καὶ Σανεσαρ καὶ Ιεκεμια καὶ Ωσαμω καὶ Δενεθι. 19καὶ υἱοὶ Σαλαθιηλ· Ζοροβαβελ καὶ Σεμεϊ. καὶ υἱοὶ Ζοροβαβελ· Μοσολλαμος καὶ Ανανια, καὶ Σαλωμιθ ἀδελφὴ αὐτῶν, 20καὶ Ασουβε καὶ Οολ καὶ Βαραχια καὶ Ασαδια καὶ Ασοβαεσδ, πέντε. 21καὶ υἱοὶ Ανανια· Φαλλετια, καὶ Ισαια υἱὸς αὐτοῦ, Ραφαια υἱὸς αὐτοῦ, Ορνα υἱὸς αὐτοῦ, Αβδια υἱὸς αὐτοῦ, Σεχενια υἱὸς αὐτοῦ. 22καὶ υἱὸς Σεχενια· Σαμαια. καὶ υἱοὶ Σαμαια· Χαττους καὶ Ιωηλ καὶ Μαρι καὶ Νωαδια καὶ Σαφαθ, ἕξ. 23καὶ υἱοὶ Νωαδια· Ελιθεναν καὶ Εζεκια καὶ Εζρικαμ, τρεῖς. 24καὶ υἱοὶ Ελιθεναν· Οδουια καὶ Ελιασιβ καὶ Φαλαια καὶ Ακουν καὶ Ιωαναν καὶ Δαλαια καὶ Ανανι, ἑπτά.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart