Ὑπολαβὼν δὲ Ιωβ λέγει
Τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν;
πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστιν;
τίνι συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα σοφία;
ἢ τίνι ἐπακολουθήσεις; οὐχ ᾧ μεγίστη δύναμις;
τίνι ἀνήγγειλας ῥήματα;
πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ;
μὴ γίγαντες μαιωθήσονται*
ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ;
γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ,*
καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ.
ἐκτείνων βορέαν ἐπ᾽ οὐδέν,*
κρεμάζων γῆν ἐπὶ οὐδενός·
δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ,*
καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ·
ὁ κρατῶν πρόσωπον θρόνου,*
ἐκπετάζων ἐπ᾽ αὐτὸν νέφος αὐτοῦ.
πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος*
μέχρι συντελείας φωτὸς μετὰ σκότους.
στῦλοι οὐρανοῦ ἐπετάσθησαν*
καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ.‡
ἰσχύι κατέπαυσεν τὴν θάλασσαν,
ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος·
κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν,
προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην.
ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ,*
καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ·‡
σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει;