PSALMI SALOMONIS 1
1Ἐβόησα πρὸς κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος,
πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς·
2ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου·
εἶπα Ἐπακούσεταί μου, ὅτι ἐπλήσθην δικαιοσύνης.
3ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης
ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις.
4ὁ πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν
καὶ ἡ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς.
5ὑψώθησαν ἕως τῶν ἄστρων,
εἶπαν Οὐ μὴ πέσωσιν·
6καὶ ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν
καὶ οὐκ ἤνεγκαν.
7αἱ ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύφοις,
καὶ ἐγὼ οὐκ ᾔδειν·
8αἱ ἀνομίαι αὐτῶν ὑπὲρ τὰ πρὸ αὐτῶν ἔθνη,
ἐβεβήλωσαν τὰ ἅγια κυρίου ἐν βεβηλώσει.
Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart