Ὠιδὴ τῶν ἀναβαθμῶν.
Μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον
οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.
τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι·
μακάριος εἶ, καὶ καλῶς σοι ἔσται.
ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα
ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου·
οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν
κύκλῳ τῆς τραπέζης σου.
ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον.
εὐλογήσαι σε κύριος ἐκ Σιων,
καὶ ἴδοις τὰ ἀγαθὰ Ιερουσαλημ
πάσας τὰς ἡμέρας τῆς ζωῆς σου·
καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου.
εἰρήνη ἐπὶ τὸν Ισραηλ.